Παρασκευή, 12 Αυγούστου 2016

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΕΛΕΥΘΕΡΩΤΡΙΑΝ

Ὁ Ἱερεύς·


Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε· νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν, καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἡμῖν, καί καθάριστον ἡμᾶς ἀπό πάσης κηλῖδος καί σῷσον, Ἀγαθέ, τάς ψυχάς ἡμῶν.

Ὁ χορός· Ἀμήν

Ὁ ἀναγνώστης

ΨΑΛΜΟΣ ΡΜΒ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.
Καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος, καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρός σέ τάς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου.
Μή ἀποστρέψῃς τό πρόσωπόν σου ἀπ’ ἐμοῦ, καί ὁμοιω­θήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστόν ποίησόν μοι τό πρωΐ τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρός σέ ᾖρα τήν ψυχήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρός σέ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.
Ἐν τῇ δικαιοσύνῃ σου, ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμί.

Καί πάλιν·

Εἰσάκουσόν μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ σου, καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου (δις).

Εἶτα
Τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
Δόξα Πατρί, καί Υἱῷ, καί ἁγίῳ Πνεύματι.  Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἀλληλούϊα, (γ΄) Δόξα σοι ὁ Θεός.
Ἀλληλούϊα (γ΄) Δόξα σοι ὁ Θεός.
Ἀλληλούϊα (γ΄) Δόξα σοι ὁ Θεός. Ἡ ἐλπίς ἡμῶν, Κύριε, δόξα σοι.
Εἶτα ὁ Χορός·
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β΄. Πάντα τά ἔθνη ἐκύκλωσάν με, καί τῷ ὀνόματι Κυ­ρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχό­μενος ἐν ὀνόματι Κυρίου.
Ἀπολυτίκιον τῆς Παναγίας τῆς Ἐλευθερωτρίας.
Ἦχος α΄.
Εἰκόνα σου ἁγίαν, Ἐλευθερώτριαν Ἄχραντε, νῦν πα­νευ­λαβῶς προσκυνοῦντες, γεραίρομεν, Παρθένε· ἐπέστη γάρ σκέπη πρός ἡμᾶς, βραβεύουσα θαυμάτων προχοήν. Ἐκ παντοίων κινδύνων, καί νόσων ἡμᾶς ἀπαλλάττουσα εὐχαρίστως βοῶμεν. Δόξα τῷ Σέ δοξάσαντι Θεῷ, δόξα τῷ Σέ μεγαλύναντι, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διά τοῦ τόκου σου.
Δόξα Πατρί, καί Υἱῷ, καί ἁγίῳ Πνεύματι.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τούς προσιόντας τῇ θερμῇ Σου πρεσβείᾳ καί προσκυ­νοῦντας τήν  σεπτήν Σου Εἰκόνα, πανευλαβῶς Ἁγνή Ἐλευ­θε­ρώτρια, πάσης ἐλευθέρωσον ἀπειλῆς καί ἀνάγκης, καί παθῶν καί θλίψεων, καί δεινῶν νοσημάτων, καί εἰρηναίαν δώρησαι ζωήν, ὡς τῆς εἰρήνης τεκοῦσα τόν ἄρχοντα.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λα­λεῖν οἱ ἀνάξιοι· εἰ μή ἀνάξιοι· εἰμή γάρ σύ προΐστασο πρε­σβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέ­σποινα ἐκ σοῦ· σούς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.
Ὁ Ἀναγνώστης
ΨΑΛΜΟΣ Ν΄ (50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον, καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 
Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσ­σησέ με ἡ μήτηρ μου. 
Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 
Ραντιεῖς με, ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλ­λιά­σονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου σου, καί τό πνεῦ­μά σου τό ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ.
 Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσε­βεῖς ἐπί σέ ἐπιστρέψουσι.
Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου.
Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου.
 Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλο­καυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρ­δίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιών, καί οἰκοδομηθήτω τά τείχη  Ἱερου­σαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους, καί ἐλέησον ἡμᾶς ὁ Θεός.
Ὁ Χορός·
Ὁ Κανών
«Ἐλευθέρωσον παθῶν με Κόρη. Γερασίμου».
ᾨδή΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐλεύθερον βίον πάσης ὀργῆς, καί πάσης ἀνάγκης, καί ἀμέτοχον συμφορῶν, ἡμᾶς καταξίωσον ἀνύειν, Ἐλευ­θερώτρια Κόρη Πανάχραντε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λαμπάδα ἀνέδειξας μυστικήν, τῆς σῆς προμηθείας, τήν Εἰκόνα Σου τήν σεπτήν, τοῖς ἐκδεχομένοις τήν σήν χάριν, Ἐλευθερώτρια Κόρη, Πανάχραντε.
Δόξα Πατρί, καί Υἱῷ, καί ἁγίῳ Πνεύματι. 
Ἐλέους τεκοῦσα τόν χορηγόν, ἐλέησον Κόρη, τοῖς πλουσίοις σου οἰκτιρμοῖς, τούς τήν σήν ἀντίληψιν αἰτοῦντας, Ἐλευθερώτρια κόρη, Πανάχραντε.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὑμνοῦσι τήν θείαν Σου ἀρωγήν, τῆς σῆς προμηθείας, ἡμῖν δίδου τάς δωρεάς, καί σῷζε ἡμᾶς ἐκ πάσης βλάβης, Ἐλευθερώτρια Κόρη Πανάχραντε.
ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θλιβερῶν συμπτωμάτων, καί χαλεπῶν θλίψεων, καί ἐπηρειῶν ὀλεθρίων, ἡμᾶς ἀπάλλαξον, τοῦ πολεμήτορος, Ἐλευθερώτρια Κόρη, τούς θερμῶς προστρέχοντας, τῇ προστασίᾳ σου.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐπιτόκοις γυναίοις, ὡς συμπαθής βράβευε, τήν ἐλευ­θε­ρίαν Παρθένε, ἡνίκα τίκτουσι, πρός σέ γάρ σπεύδουσιν, Ἐλευθερώτρια Κόρη, τό σεπτόν Σου ὄνομα ἐπικαλούμεναι.
Δόξα Πατρί, καί Υἱῷ, καί ἁγίῳ Πνεύματι.
Ρεῖθρον ἄυλον θεῖον, ὡς ἀληθῶς πρόεισιν, ἐκ τῆς σῆς ἁγίας Εἰκόνος, Ἐλευθερώτρια, δροσίζον πάντοτε, καί γλυκερῶς ἀναψῦχον, τούς πυρί τῶν θλίψεων, δεινῶς ἐκ­λείποντας.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὠρυόμενον σφόδρα, νῦν καθ’ ἡμῶν σύντριψον, τῇ σῇ κραταιᾷ προστασίᾳ, ἐχθρόν τόν δόλιον, Ἐλευθερώτρια, καί ἐν εἰρήνῃ τελείᾳ, τήν ζωήν κυβέρνησον, ἡμῶν δεόμεθα.
Διάσωσον Ἐλευθερώτρια Κόρη Θεογεννῆτορ, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων, τούς καταφεύγοντας πίστει τῇ χάριτί σου.

Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Ὁ Ἱερεύς·
Ἐλέησον ἡμᾶς, ὁ Θεός....
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Ὅτι ἐλεήμων...
Ἀμήν.
Ὁ Χορός
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τήν σήν, ὡς ὀχυρόν προπύργιον, πλουτοῦντες, Ἁγνή παντοίων ἐπιθέσεων, ἀεί ἐλευθερούμεθα, τοῦ δολίου ἐχθροῦ καί ἀλάστορος, καί εὐφροσύνης καί θείας χαρᾶς, πληρούμεθα μόνη Παντευλόγητε.
ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Συνεχόμενοι θλίψεσι, πρός τήν σήν ἀντίληψιν καταφεύγομεν, καί λυτρούμεθα Πανάχραντε, τῶν κατά τόν βίον περιστάσεων.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὀδυνῶν ἐλευθέρωσον, τῶν κατά ψυχήν καί σῶμα Πανάμωμε, ὡς ἡμῶν Ἐλευθερώτρια, τούς τά μεγαλεῖά σου δοξάζοντας.
Δόξα Πατρί, καί Υἱῷ, καί ἁγίῳ Πνεύματι.
Νόσων σβέσον τόν καύσωνα, καί ὑγείας δρόσον ἡμῖν ἐπόμβρησον, μητρικῇ σου ἀγαθότητι, τοῖς σέ μεγαλύνουσι Πανάμωμε.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Πάσης βλάβης ἐκλύτρωσαι, πάσης μαγγανείας, πάσης φαυλότητος, Θεοτόκε ἀειπάρθενε, τούς  Ἐλευθερώτριαν πλουτοῦντάς σε.
ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἅπας εὐσεβής, τῷ ναῷ σου σπεύδει, Πάναγνε, καί λαμβάνει τάς αἰτήσεις συμπαθῶς· σύ γάρ πάντας ἐλεεῖς, Ἐλευθερώτρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θεῖον θησαυρόν, τήν Εἰκόνα σου κατέχοντες, ἐξ αὐτῆς ἁγιασμοῦ τάς δωρεάς, δαψιλῶς Ἐλευθερώτρια λαμβάνομεν.
Δόξα Πατρί, καί Υἱῷ, καί ἁγίῳ Πνεύματι.
Ὡς τῶν ἀγαθῶν, τῶν κρειττόνων ἡμῖν πρόξενος, ἀγα­θύνεις μητρικοῖς σου οἰκτιρμοῖς, τούς κατώδυνον ζωήν Κόρη ἀνύοντας.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Νᾶμα γλυκερόν, οὐρανίου παρακλήσεως, τοῖς ἐν θλίψεσι στενάζουσι πικρῶς, συμπαθῶς, Ἐλευθερώτρια, ἐπόμβρησον.
ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μαγείας καί χαλεπῆς μαγγανείας, καί ποικίλων τοῦ Βελίαρ σκανδάλων, Ἐλευθερώτρια Πάναγνε Κόρη, καί βασκανίας δεινῆς ἐλευθέρωσον, τούς ἀφορῶντας ἀκλινῶς, πρός τήν σήν ὀξυτάτην βοήθειαν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐν πίστει τῷ σῷ ναῷ προσιόντες, καθ’ ἑκάστην Θεοτόκε ἡμέραν, ἀπό βαθέων ψυχῆς σοι βοῶμεν. Ἀσθενειῶν καί παντοίων στενώσεων, ἐλεύθερον καί ἀσινῆ, ἡμῶν τήρει τόν βίον δεόμεθα.
Δόξα Πατρί, καί Υἱῷ, καί ἁγίῳ Πνεύματι.
Κυούσαις Κόρη ῥᾳστώνην παρέχεις, καί νοσοῦσι θεραπείαν καί ῥῶσιν, καί θλιβομένοις ἀνάψυξιν θείαν, καί αἰχμαλώτοις ταχεῖαν ἐκλύτρωσιν· Ἐλευθερώτριαν διό, πᾶς πιστός σέ κηρύττει καί σῴζεται.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὀδύνης τῆς χαλεπῶς πιεζούσης, τήν ἀθλίαν μου ψυχήν καί καρδίαν, καί δαπανώσης οἰκτρῶς μου τό σῶμα, τῇ σωστικῇ σου θεράπευσον χάριτι, θεοχαρίτωτε Ἁγνή, καί δεινῆς ἀθυμίας με λύτρωσαι.
Διάσωσον, Ἐλευθερώτρια Κόρη, Θεογεννῆτορ, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων, τούς καταφεύγοντας πίστει τῇ χάριτί σου.
Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Ὁ Ἱερεύς·
Ἐλέησον ἡμᾶς, ὁ Θεός....
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Ὅτι ἐλεήμων...
Ἀμήν.
Ὁ Χορός·
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ προστασίᾳ σου Κόρη προστρέχοντες, ἐλευθερούμεθα πάσης κακώσεως· διό Σου τήν χάριν κηρύττομεν, Ἐλευ­θερώτριαν πίστει καλοῦντές σε. Σύ γάρ ἡμῶν καταφύγιον.
Ἀντίφωνα τῶν Ἀναβαθμῶν δ΄ Ἤχου
Ἐκ νεότητός μου, πολλά πολεμεῖ με πάθη· ἀλλ’ αὐτός ἀντιλαβοῦ, καί σῶσον, Σωτήρ μου. (Δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπό τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρί ἔσεσθε ἀπεξηραμμένοι. (Δίς)
Δόξα Πατρί, καί Υἱῷ, καί ἁγίῳ Πνεύματι.
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχή ζωοῦται, καί καθάρσει ὑψοῦ­ται, λαμπρύνεται, τῇ Τριαδικῇ μονάδι, ἱεροκρυφίως.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τά τῆς χάριτος ῥεῖθρα, ἀρ­δεύοντα ἅπασαν τήν κτίσιν, πρός ζωογονίαν.
Καί εὐθύς τό Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καί γενεᾷ.
Στίχ. Ἄκουσον θύγατερ καί ἴδε, καί κλῖνον τό οὖς σου καί ἐπιλάθου τοῦ λαοῦ Σου, καί τοῦ οἴκου τοῦ Πατρός Σου, καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους Σου.
Στίχ. Τό πρόσωπόν Σου λιτανεύσουσι οἱ πλούσιοι τοῦ λαοῦ σου.
Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καί γενεᾷ μνησθήσομαι.
Ὁ Ἱερεύς·
Καί ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τόν Θεόν ἡμῶν ἱκετεύσωμεν.
Ὁ Χορός· Κύριε ἐλέησον. (Τρίς χῦμα)
Ὁ Ἱερεύς·
Σοφία. Ὀρθοί ἀκούσωμεν τοῦ Ἁγίου Εὐαγγελίου.
Εἰρήνῃ πᾶσι.
Ὁ Χορός· Καί τῷ Πνεύματί σου.
Ὁ Ἱερεύς
Ἐκ τοῦ κατά Λουκᾶν Ἁγίου Εὐαγγελίου τό Ἀνάγνωσμα,
Πρόσχωμεν.
Ὁ Χορός· Δόξα Σοι, Κύριε, Δόξα Σοι.
Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς εἰς πόλιν Ἰούδα, καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου, καί ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καί ἀνεφώνησε φωνῇ μεγάλῃ καί εἶπεν· Εὐλογημένη σύν ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός μέ; Ἰδού γάρ, ὡς ἐγένετο, ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτά μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καί μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον, καί ἠγαλλίασε τό πνεῦμά μου ἐπί τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αὑτοῦ. Ἰδού γάρ, ἀπό τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί, ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καί ἅγιον τό ὄνομά αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτῇ, ὡσεί μῆνας τρεῖς, καί ὑπέστρεψεν εἰς τόν οἶκον αὑτῆς.
Ὁ Χορός· Δόξα Σοι, Κύριε, Δόξα Σοι.
Δόξα Πατρί, καί Υἱῷ, καί ἁγίῳ Πνεύματι.
Ταῖς τῆς Θεοτόκου, πρεσβείες, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεήμων ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι...
Σκέπην καί βοήθειαν, καί ἀρραγῆ προστασίαν, καί Ἐλευθερώτριαν, ἐν παντί τῷ βίῳ σε, Κόρη ἔχοντες πολ­λαπλῶν θλίψεων, καί ἀσθενημάτων, καί σκανδάλων τῶν τοῦ ὄφεως, καί πάσης Δέσποινα, ἄλλης συμφορᾶς τε καί μάστιγος, ταχέως ἐκλυτρούμεθα, τῇ σῇ ἀρωγῇ καί χρηστότητι· ὅθεν μή ἐλλείπῃς, παρέχειν Σου τήν χάριν συμπαθῶς, τοῖς πρός τήν σήν ἀγαθότητα, Κόρη, ἀτενίζουσιν.
Ὁ Ἱερεύς·
Σῶσον ὁ Θεός τόν λαόν σου, καί εὐλόγησον τήν κληρονομίαν σου· ἐπίσκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων,  καί κατάπεμψον ἐφ’ ἡμᾶς τά ἐλέη σου τά πλούσια, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου καί ἐνδόξου Προφήτου Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου· τοῦ ἐν ἁγίοις, Πατρός ἡμῶν Νικολάου ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας, τοῦ θαυματουργοῦ· τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων, τῶν ὁσίων καί Θεοφόρων Πατέρων ἡμῶν· τῶν ἁγίων καί δικαίων Θεοπατόρων Ἰωακείμ καί Ἄννης· τοῦ ἁγίου (τοῦ Ναοῦ καί τῆς ἡμέρας), καί πάντων σου τῶν ἁγίων· ἱκετεύομέν σε, μόνε, Πολυέλεε Κύριε· ἐπάκουσον ἡμπων τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἡμᾶς.
Ὁ Χορός·
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον. (ιβ΄)
Ὁ Ἱερεύς·
Ἐλέει καί οἰκτιρμοῖς καί φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ μεθ’ οὗ εὐλογητός εἶ, σύν τῷ παναγίῳ καί ἀγαθῷ καί ζωοποιῷ σου Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ρῶσιν σώματος δίδου, καί ψυχῆς θεραπείαν Ἐλευθερώτρια, τοῖς πίστει ἀδιστάκτω, τῷ θείῳ σου τεμένει, προσιοῦσι καί ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἡλιόμορφε Κόρη, ἡ Θεόν σαρκωθέντα ἡμῖν κυήσασα, φωτί τῶν πρεσβειῶν σου, τό σκότος τῶν παθῶν μου, διασκέδασον δέομαι, ἵνα ὑμνῶ Σου ἀεί, τά θεῖα μεγαλεῖα.
Δόξα Πατρί, καί Υἱῷ, καί ἁγίῳ Πνεύματι.
Γαυριώντων ἀνθρώπων, καθ’ ἡμῶν ἐπινοίᾳ τῇ τοῦ ἀλάστορος, βουλάς τάς ὀλεθρίους, ματαίωσον Παρθένε, καί εἰς ἕν ἡμᾶς σύναψον, τά αἴσια ἐν Χριστῷ, φρονοῦντας καί τελοῦντας.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἐλευθέρωσον πάσης, τοῦ ἐχθροῦ δυσβουλίας καί ἐπι­θέσεως, ἡμᾶς τούς ἐκ καρδίας, τό θεῖον ὄνομά Σου, εἰς βοήθειαν κράζοντας, ἐν πάσῃ ὥρᾳ Ἁγνή, καί πάῃ ῥοπῇ βίου.
ᾨδή η΄. Τόν Βασιλέα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ρῦσαί με Κόρη, τῶν ἐπελθόντων μοι πόνων, καί ἐξάγαγε δεινῆς με δυσχερείας, τῆς κατατρυχούσης, τήν ταπεινήν ψυχήν μου.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Αἴγλῃ ἀΰλῳ, ἐπισκοπῆς Σου τῆς θείας, παραμύθησαι τήν θλῖψιν τῆς ψυχῆς μου, ἵνα σέ δοξάζω, Ὑπερδεδοξασμένη.
Δόξα Πατρί, καί Υἱῷ, καί ἁγίῳ Πνεύματι.
Σέ σωτηρίαν, Ἐλευθερώτρια Κόρη, ὡς πλουτήσαντς ἐν τῷ παρόντι βίῳ, τάς τῆς ἀρωγῆς σου, κηρύττομεν ἐκφάνσεις.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἴδε εὐσπλάγχνως, Ἐλευθερώτρια Κόρη, τούς προστρέχοντας τῇ θείᾳ σου Εἰκόνι, καί παράσχου πᾶσιν, αἰτήσεων τό πέρας.
ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μεγάλων δωρημάτων, παρά σοῦ τρυφῶντες, Ἐλευθερώ­τρια Κόρη ἑκάστοτε, τήν πρός ἡμᾶς Σου χρηστότητα μεγαλύνομεν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οἱ πόνοις καί ἀνάγκαις, στένοντες ἀθλιως, τῇ χάριτί σου πιστῶς καταφεύγουσιν, Ἐλευθερώτρια Κόρη καί διασώζονται.
Δόξα Πατρί, καί Υἱῷ, καί ἁγίῳ Πνεύματι.
Ὑψίστου Θεοῦ, Μῆτερ, πάσης ἐπηρείας, τῆς τοῦ ἐχθροῦ μου ἐλεύθερον φύλαττε, Ἐλευθερώτρια Κόρη τόν σέ δοξάζοντα.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὑμνοῦμεν τῆς πολλῆς Σου, πρός ἡμᾶς εὐνοίας, Ἐλευ­θε­ρώτρια Κόρη ἐκδήλωσιν, ὅτι ἡμᾶς περισκέπεις καί σώζεις πάντοτε.
Μεγαλυνάρια.
Ὁ Ἱερεύς·
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ὁ Χορός·
Τήν Παντοβασίλισσαν Μαριάμ, τήν ἐλευθεροῦσαν, ἀπό πάσης ἡμᾶς ὀργῆς, καί πρός βασιλείαν, εἰσάγουσαν τήν ἄνω, τήν μόνην Θεοτόκον ὕμνοις τιμήσωμεν.
Τῇ ἐπισκιάσει Σου τῇ σεπτῇ, ὄντως ὡραιώθη, ἡ Εἰκών Σου ἡ θαυμαστή, καί ἐλευθερίαν, δεινῶν ἀεί παρέχει, τοῖς ταύτῃ προσιοῦσιν Ἐλευθερώτρια.
Τούς μαστιζομένους ὑπό παθῶν, καί συνεχομένους, ἀσθενείας ὀδυνηραῖς, Κόρη Παναγία, τῇ σῇ, ἐπιστασίᾳ, ὡς Μήτηρ εὐσπλαγχνίας, ἀπελευθέρωσον.
Ἐλευθερωτρίας τῇ θαυμαστῇ, καί σεπτῇ Εἰκόνι, καταφύγωμεν οἱ πιστοί, ἵνα λυτρωθῶμεν, τῶν λυπηρῶν τοῦ βίου, καί θείας πληρωθῶμεν ἀγαλλιάσεως.
Ἅπαντας τούς πίστει εἰλικρινεῖ, προστρέχοντας Κόρη, τῇ θερμῇ Σου ἐπισκοπῇ, ἀβλαβεῖς συντήρει, ἐκ πάσης ἐπηρείας, ὡς εὐσεβῶν Παρθένε Ἐλευθερώτρια.
Χαῖρε τῶν Ἀγγέλων ἡ χαρμονή· χαῖρε τεθλιμμένων, ἡ γλυκεῖα ἀναψυχή· χαῖρε αἰχμαλώτων, ἡ λύτρωσις Παρθένε, καί τῶν πασχόντων χαῖρε Ἐλευθερώτρια.
Δεῦτε Ὀρθοδόξων αἱ στρατιαί, ἄχραντον Παρθένον και Ὑπέρμαχον Στρατηγόν, ὑμνήσωμεν Μαρίαν τήν κεχαριτωμένην, καί πάντων ἐν κινδύνοις Ἐλευθερώτριαν.
Τήν ὑψηλοτέραν τῶν οὐρανῶν, καί καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τήν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τήν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσεωμν.
Ἀπό τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τό σῶμα, ἀσθενεῖ μου καί ἡ ψυχή· πρός σέ καταφεύγω τήν Κεχαριτωμένην, ἐλπίς ἀπηλπισμένων, σύ μοι βοήθησον.
Δέσποινα καί Μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις ἀναξίων σῶν οἰκετῶν, ἵνα μεσιτεύσῃς πρός τόν ἐκ τοῦ τεχθέντα· ὦ Δέσποινα τοῦ κόσμου, γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως σοί τήν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς· μετά τοῦ Προδρόμου καί πάντων τῶν ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
Ἄλαλα τά χείλη τῶν ἀσεβῶν, τῶν μή προσκυνούντων τήν Εἰκόνα σου τήν σεπτήν, τήν ἱστορηθεῖσαν ὑπό τοῦ Ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τήν Ὁδηγήτριαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.
Ὁ Ἀναγνώστης·
Εἰς πολλά ἔτη
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρις).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι, καί νῦν, καί ἀεί, καί εἰς τούς αἰὼνας τῶν αἰῶνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρ­τίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καί Υἱῷ, καί ἁγίῳ Πνεύματι, καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς·
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.

Ἀπολυτίκιον τῆς ἡμέρας...
Ὁ Ἱερεύς·
Ἐκτενής
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καί ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καί ὀρθοδόξων χρι­στια­νῶν.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρ­χῆς καί ἐξουσίας ἐν τῷ κράτει ἡμῶν καί τοῦ φιλοχρίστου ἡμῶν στρατοῦ.
Ἔτι δεόμεθα ὑπέρ τοῦ ἱεροῦ Προσκυνήματος τούτου, τῆς πόλεως, τῆς ἐνορίας, πάσης πόλεως καί χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς.
Ἔτι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καί ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καί παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καί ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης.
Ἔτι δεόμεθα καί ὑπέρ τῶν ἀδελφῶν ἡμῶν τῶν παρακολουθούντων τήν τέλεσιν τῆς ἱερᾶς παρακλήσεως ταύτης μετά τῶν οἰκείων αὐτῶν καί τῶν δι’ εὐλόγους αἰτίας ἀπολειφθέντων ἀδελφῶν ἡμῶν. Ὑγείας βοηθείας ὑπέρ αὐτῶν εἴπομεν.
Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καί ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης καί ὑπέρ πάντων τῶν προαναπαυσαμένων πατέρων καί ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐ­σεβῶς κειμένων καί ἁπανταχοῦ, ὀρθοδόξων.
Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καί καλλιερ­γούντων ἐν τῷ ἁγίῳ καί πανσέπτω ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καί ὑπέρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκ­δε­χομένου τό παρά σοῦ μέγα καί πλούσιον ἔλεος.
Ἔτι δεόμεθα καί ὑπέρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἐν ταῖς διακονίαις ὄντων καί πάντων τῶν διακονούντων καί διακονησάντων ἐν τῷ ἱερῷ Προσκυνήματι τούτῳ.
Ἔτι δεόμεθα ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλη­σίαν ταύτην καί πᾶσαν πόλιν καί χώραν ἀπό λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλ­λοφύλων, ἐμφυλίου πολέμου καί αἰφνιδίου θανάτου· ὑπέρ τοῦ ἵλεων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι τόν ἀγαθόν καί φιλάνθρωπον Θεόν ἡμῶν, τοῦ ἀποστρέψαι καί διασκεδάσαι πᾶσαν ὀργήν καί νόσον τήν καθ’ ἡμῶν κινουμένην καί ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς καί ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καί ἐλεῆσαι ἡμᾶς.
Ὁ χορός μεθ’ ἑκάστην αἴτησιν· Κύριε ἐλέησον (γ΄).
Ὁ Ἱερεύς·
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καί τῶν ἐν θαλάσσῃ μακράν, καί ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπί ταῖς ἁμαρτίαις ἡμῶν καί ἐλέησον ἡμᾶς· ἐλεήμων γάρ καί φιλάνθρωπος Θεός ὑπάρχεις καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός. Ἀμήν.
Ὁ Ἱερεύς εὐλογῶν· Εἰρήνη πᾶσι.
Ὁ χορός· Καί τῷ πνεύματί σου.
Ὁ Ἱερεύς· Τάς κεφαλάς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ὁ χορός. Σοί Κύριε.
Ἀπόλυσις
Ὁ Ἱερεύς·
Δόξα σοι, Χριστέ ὁ Θεός, ἡ ἐλπίς ἡμῶν, δόξα σοι.
Ὁ Ἀναγνώστης·
Δόξα, καί νῦν, Κύριε, ἐλέησον (γ΄), Πάτερ ἅγιε, εὐλόγησον.
Χριστός ὁ ἀληθινός Θεός ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καί παναμώμου ἁγίας αὐτοῦ Μητρός, τῆς καί Ἐλευθερωτρίας ἐπονομαζομένης, τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καί θεοφόρων πατέρων ἡμῶν, (τοῦ ἁγίου τῆς ἡμέρας), οὗ καί τήν μνήμην ἐπιτελοῦμεν καί πάντων τῶν Ἁγίων, ἐλεήσαι καί σώσαι ἡμᾶς, ὠς ἀγαθός καί φιλάνθρωπος καί ἐλεήμων Θεός.
Ὁ χορός· ...
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς τήν θείαν καί σεπτήν, κατασπαζομένους Εἰκόνα, τήν Σήν Πανύμνητε, ἥνπερ ὀνομάζομεν Ἐλευθερώτριαν, πειρασμῶν ἐλευθέρωσον, καί νόσων παντοίων, καί πταισμάτων αἴτησαι, ἡμῖν τήν ἄφεσιν, ἵνα μεγαλύνωμεν πάντες, τά σά μεγαλεῖα Παρθένε, καί τήν πρός ἡμᾶς κηδεμονίαν σου.

Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί· ἄλλην γάρ οὐκ ἔχομεν, ἁμαρτωλοί πρός Θεόν, ἐν κινδύνοις καί θλίψεσιν, ἀεί μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπό πταισμάτων πολλῶν. Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοί προσπίπτομεν· ρῦσαι, πάσης περιστάσεως τούς δούλους σου.
Ὅμοιον.
Πάντων θλιβομένων ἡ χαρά, καί ἀδικουμένων προστάτις, καί πενομένων τροφή, ξένων τε παράκλησις, καί βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καί ἀντίληψις, καί ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σύ ὑπάρχεις· Ἄχραντε, σπεῦσον, δυσωποῦμεν, ρύσασθαι τούς δούλους σου.
Ἦχος πλ. δ΄.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Ἦχος β΄.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.
Καί ἀμέσως τό Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν... Ἀμήν.
Ἀπολυτίκιον τῆς Παναγίας τῆς Ἐλευθερωτρίας.
Ἦχος α΄.
Εἰκόνα σου ἁγίαν, Ἐλευθερώτριαν Ἄχραντε, νῦν πα­νευλαβῶς προσκυνοῦντες, γεραίρομεν, Παρθένε· ἐπέ­στη γάρ σκέπη πρός ἡμᾶς, βραβεύουσα θαυμάτων προχοήν. Ἐκ παντοίων κινδύνων, καί νόσων ἡμᾶς ἀπαλλάττουσα εὐ­χαρίστως βοῶμεν. Δόξα τῷ Σέ δοξάσαντι Θεῷ, δόξα τῷ Σέ μεγαλύναντι, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διά τοῦ τόκου σου.
Μεγαλυνάριον.

Δέξαι μου τούς ὕμνους ὦ Μαριάμ,
καί τούς δακρυῤῥόους στεναγμούς μου Μῆτερ Ἁγνή,
ὦ Ἐλευθερώτρια Κόρη, ἐκ θλίψεως παντοίας
Σύ ἐλευθέρωσον.

Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Τα θυμάσαι τα αδέρφια σου;

Έχουμε να γράψουμε ιστορία ακόμη...