Τετάρτη, 3 Αυγούστου 2016

Παρακλητικός κανόνας στην Παναγία Ιεροσολυμίτισσα

Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ' ό το Θεός Κύριος, ως συνήθως, και το εξής·


 

Ήχος δ'. Ο υψωθείς εν τω Σταυρώ.

 

Τους προσκυνούντας σην αγίαν εικόνα την αχειρότευκτον, αγνή Θεοτόκε, εν τω πανσέπτω τάφω σου εν Γεθσημανή σκέπε και διάσωζε, των Ιεροσολύμων σέμνωμα, κακώσεων, ακηδίας, ραστώνης και χαμαιζήλων άπαντας παθών, ίνα σε πόθω ψυχής μεγαλύνωμεν.

 

Δόξα. Και νυν.

 

Ου σιωπήσομέν ποτέ, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. Ει μη γάρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν έως νυν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ σού· σους γάρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

 

Είτα ο Ν' Ψαλμός και ο Κανών, ού η ακροστιχίς·

 

«Ιεροσολυμίτισσα Θεοτόκε, βοήθει μοι»

 

Ωδή α'. Υγράν διοδεύσας.

 

Ικάνωσον πάντας τους ευσεβείς του όφεως τάχος, Θεοτόκε, την κεφαλήν συντρίψαι πτερνίζοντος το γένος των χοϊκών, Ιεροσολυμίτισσα.

 

Επίβλεψον, Μήτερ, εξ ουρανού και ίδε τους πόθω προσκυνούντας την σην μορφήν, την άνευ χειρός ιστορηθείσαν βροτείου, ώ Ιεροσολυμίτισσα.

 

Ωδή β'.

 

Ρανίδας δακρύων μου σων ευχών απόσμηξον μάκτρω, ευσυμπάθητε Μαριάμ, του σπεύδοντος χάριτί σου θεία τη μητρική, Ιεροσολυμίτισσα.

 

Ουράνωσον φρόνημα των πιστών ποθείν τα εν πόλω διαμένοντα ακλινώς, και νέκρωσον λογισμούς ατάκτους σων ικετών, Ιεροσολυμίτισσα.

 

Ωδή γ'. Ουρανίας αψίδος.

 

Σήν εικόνα κατείδε, Τατιανή, Δέσποινα, έκπληκτος φωτί ηυγασμένην, ω ξένου θαύματος, εν τω κελλίω αυτής άνευ χρωστήρος χρωσθείσαν χοϊκού, Μητρόθεε, κόσμου βοήθεια.

 

Όλβος πέλει ναού σου του ιερού τάφου σου το αχειροποίητον, Μήτερ, θείον σου έκτυπον, ό προσκυνούντες πιστώς αναβοώμεν· βοήθει σε τοις μακαρίζουσιν εν βίου κλύδωσι.

 

Λύσον της εμπαθείας σων ικετών ζόφωσιν και ειρήνην τη Εκκλησία δώρησαι, Δέσποινα, ίνα σε πάντες ενί στόματι ανευφημώμεν και μορφήν σου άχραντον κατασπαζώμεθα.

 

Υπερύμνητε Μήτερ, Γεθσημανής σέμνωμα, σου την αχειρότευκτον όντως κατασπαζόμενοι μορφήν βοώμεν τρανώς· φανέ Ιεροσολύμων, την ημών σκοτόμαιναν δίωξον θλίψεων.

 

Ειρήνευσον ζωήν σων δούλων και σύντριψον πολεμίους ταις πρεσβείαις σου προς τον σον Υιόν τον ειρήναρχον, ακέστορ σεμνή Ιεροσολύμων.

 

Επίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.

 

Αίτησις και το Κάθισμα. Ήχος β'. Πρεσβεία θερμή.

 

Λιταίς σου θερμαίς, Ιεροσολυμίτισσα, πιστών οι χοροί εκάστοτε προσφεύγοντες ευλαβώς κραυγάζομεν· προς Θεού αίνον χείρας ανύψωσον ημών σην αχειρότευκτον μορφήν πιστώς προσκυνούντων, Μήτερ άχραντε.

 

Ωδή δ'. Εισακήκοα, Κύριε.

 

Μητροπάρθενε Δέσποινα, τάφω εν πανσέπτω σου ασπαζόμενοι, Ιεροσολύμων κλέϊσμα, σην εικόνα χάριτος πληρούμεθα.

Ιεροσολυμίτισσα, Παναγίου Τάφου την αδελφότητα, Θερμοπύλας την φυλάττουσαν πίστεως ενίσχυε και κράτυνε.

 

Την εικόνα σου, άχραντε, την αχειροποίητον και πανθαύμαστον προσκυνούντες απολαύομεν πλούτου δωρεών της συμπαθείας σου.

Ιαμάτων η χάρις σου ποταμός αστείρευτος ώφθη άπασιν, ώ Ιεροσολυμίτισσα, αλγεινώς νοσούσι, χαριτόβρυτε.

 

Ωδή ε'. Φώτισον ημάς.

 

Στήριξον ημάς εν τη πίστει βακτηρία σου προσευχών προς τον Υιόν σου και Θεόν τους υμνούντάς σε, Ιεροσολυμίτισσα.

Στέψον τους πιστώς προσκυνούντάς σου το έκτυπον το σεπτόν αφθάρτω στέφει, ουρανών Βασιλίς κλεινή, Ιεροσολυμίτισσα.

 

’νωθεν ημίν φως, Ιεροσολυμίτισσα, εγρηγόρσεως κατάπεμψον ταχύ τοις εν ζόφω ακηδίας, φευ, καθεύδουσι.

Θραύσον τους δεσμούς αμαρτίας μου και έλκυσον τον σόν πρόσφυγα προς δόμους ουρανών, θεοτίμητε Ιεροσολυμίτισσα.

 

Ωδή στ’. Την δέησιν.

 

Επάκουσον της φωνής δεήσεως των πιστώς ασπαζομένων εικόνα σην αχειρότευκτον, Θεογεννήτορ, Τατιανήν ή ση θέα ευφράνουσα τη λελουσμένη αστραπαίς θεϊκαίς, Ιεροσολυμίτισσα.

 

Ους άπασι τάχιστα ευήκοον κλίνον τοις επιζητούσι σην χάριν και σην αντίληψιν και προστασίαν, Μήτερ Θεού, Παϊσίου αγλάισμα του Αθωνίτου νεαυγούς ασκητού, Ιεροσολυμίτισσα.

 

Τω άρτω με σων ευχών διάθρεψον τον πενόμενον οικέτην σου, Μήτερ, ή των πιστών οικονόμος οξεία και των προσφύγων σου διαχειρίστρια, σου τάφου εν Γεθσημανή θησαυρέ, Ιεροσολυμίτισσα.

 

Οδήγησον πάντων διαβήματα προς λειμώνας αφθαρσίας παντέρπνους τους προσκυνούντας μορφήν σου, Παρθένε, την ιλαράν, Ιεροσολυμίτισσα, ομβροβλυτούσαν τοις πιστοίς του Υιού σου το άμετρον έλεος.

 

Ειρήνευσον ζωήν σων δούλων και σύντριψον πολεμίους ταις πρεσβείαις σου προς τον σον Υιόν τον ειρήναρχον, ακέστορ σεμνή Ιεροσολύμων.

 

’χραντε, ή διά λόγου τον Λόγον ανερμηνεύτως επ' εσχάτων των ημερών τεκούσα, δυσώπησον ως έχουσα μητρικήν παρρησίαν.

 

Αίτησις και το Κοντάκιον. Ήχος β'. Τοις των αιμάτων σου.

 

Την αχειρότευκτον θείαν εικόνα σου, περικλεές Ιεροσολυμίτισσα, διακοσμούσαν τον πάνσεπτον τάφον σου πανευλαβώς οι πιστοί ασπαζόμενοι χάριν την σην δαψιλώς εκδεχόμεθα.

 

Προκείμενον.

Μνησθήσομαι του ονόματος Σου εν πάση γενεά και γενεά.

 

Στίχος. Το πρόσωπον σου λιτανεύσουσιν οι πλούσιοι του λαού.

Ευαγγέλιον κατά Λουκάν. (Κεφ. α' 39-49, 56)

 

Εν ταις ημέραις εκείναις, αναστάσα Μαριάμ επορεύθη εις την ορεινήν μετά σπουδής εις πόλιν Ιούδα, και εισήλθεν εις τον οίκον Ζαχαρίου και ησπάσατο την Ελισάβετ. Και εγένετο ως ήκουσεν η Ελισάβετ τον ασπασμόν της Μαρίας, εσκίρτησε το βρέφος εν τη κοιλία αυτής· και επλήσθη Πνεύματος αγίου η Ελισάβετ και ανεφώνησε φωνή μεγάλη και είπεν· ευλογημένη σύ εν γυναιξί και ευλογημένος ο καρπός της κοιλίας σου. Και πόθεν μοι τούτο ίνα έλθη η μήτηρ του Κυρίου μου προς με; Ιδού γάρ ως εγένετο η φωνή του ασπασμού σου εις τα ώτα μου, εσκίρτησε το βρέφος εν αγαλλιάσει εν τη κοιλία μου. Και μακαρία η πιστεύσασα ότι έσται τελείωσις τοις λελαλημένοις αυτή παρά Κυρίου. Και είπε Μαριάμ· μεγαλύνει η ψυχή μου τον Κύριον και ηγαλλίασε το πνεύμα μου επί τω Θεώ τω σωτήρί μου, ότι επέβλεψεν επί την ταπείνωσιν της δούλης αυτού. Ιδού γάρ από του νυν μακαριούσί με πάσαι αι γενεαί· ότι εποίησέ μοι μεγαλεία ο δυνατός και άγιον το όνομα αυτού. Έμεινε δε Μαριάμ συν αυτή ωσεί μήνας τρεις και υπέστρεψεν εις τον οίκον αυτής.

 

Δόξα.

 

Ταις της Θεοτόκου, της Γεθσημανητίσσης, πρεσβείαις, Ελεήμον, ρύσαι βλάβης με πλάνου.

 

Και νυν.

 

Ταις της Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

 

Προσόμοιον. Ήχος πλ. β'. Όλην αποθέμενοι.

 

Στίχος. Ελεήμον, ελέησόν με, ο Θεός, κατά το μέγα έλεος Σου και κατά το πλήθος των οικτιρμών Σου εξάλειψον το ανόμημά μου.

 

Σήν αχειροποίητον και παναγίαν εικόνα, την κοσμούσαν τάφον σου τον σεπτόν, Παντάνασσα, ασπαζόμενοι ευλαβώς κράζομεν· Κεχαριτωμένη, ω Ιεροσολυμίτισσα, ως πάλαι ηύφρανας την Τατιανήν κατιδούσάν σε μονάστριαν πυρσεύμασι περιηυγασμένην και χάριτι χαραχθείσαν θεία αφράστως εν κελλίω τω αυτής ούτω κάμε περιαύγασον φέγγει προστασίας σου.

 

Ο Ιερεύς. Σώσον, ο Θεός, τον λαόν Σου...

 

Ωδή ζ'. Οι εκ της Ιουδαίας.

 

Κατ' εχθρών αοράτων νίκας δίδου, Παρθένε, τοις σοι προσφεύγουσι και πόθω σην εικόνα την Ιεροσολύμων θείαν κλήσιν κατέχουσαν ασπαζομένοις πιστώς, Κυρία Θεοτόκε.

 

Ευσυμπάθητε Μήτερ, σωφροσύνης πυξία ημάς ανέδειξον τους σε υμνολογούντας εκάστοτε και πόθω εκζητούντας την χάριν σου, ίνα του βίου σοφώς ανύσωμεν την τρίβον.

 

Βάθρον της παρθενίας, Παναγία Παρθένε, τους καταφεύγοντας τη πανσθενεί σου σκέπη αγνείας μυροθήκας ηδυπνεύστους ανάδειξον διώκουσα των παθών ημών την δυσωδίαν.

 

Όρμον χειμαζόμενων εν θαλάσση του βίου αεί σε έγνωμεν, των Ιεροσολύμων επώνυμε Παρθένε· όθεν πόθω βοώμέν σοι κατάπαυσον των παθών τας τρικυμίας, Μήτερ.

 

Ωδή η'. Τον Βασιλέα.

 

Η εν ταις λύπαις πιστών χορεία, Παρθένε, τη ση χάριτι σπεύδουσα κράζει· δείξόν μοι αφάτου χαράς σκηνάς, Παρθένε.

Θεογεννήτορ, παύσον ροάς των δακρύων οικετών σου πιστώς προσκυνούντων σήν μορφήν εν τάφω Γεθσημανή σεπτώ σου.

 

Εν ταις ανάγκαις σε οικονόμον γινώσκω και ιάτειραν εν ασθενείαις χαλεπαίς ο πρόσφυξ της χάριτος σου, Μήτερ.

Ιλάσθητί μοι τω προσκυνούντι μορφήν σου, ην βροτών ουκ εχάραξε, Μήτερ, χειρ, ευλογημένη, Γεθσημανής κοσμήτορ.

 

Ωδή θ'. Κυρίως Θεοτόκον.

 

Μετόχους αθανάτων αγαθών σους δούλους, Μήτερ Θεού, Ιεροσολυμίτισσα, τους προσκυνούντας εικόνα την σήν ανάδειξον.

 

Ουδόλως ανανεύων σχέσεως του πλάνου σήν μητρικήν, Ιεροσολυμίτισσα, αιτούμαι χάριν και κράζω· λύσον μου πώρωσιν.

Ιάτρευσον πληγάς μου του τραυματισθέντος νοός εχθρού, Ιεροσολυμίτισσα, απάτη κράζω ο τάλας δούλος σης χάριτος.

 

Χαράς αστασιάστου πρόξενε, Παρθένε, των ευσεβών, Ιεροσολυμίτισσα, των λυπηρών σων προσφύγων αχλύν εκδίωξον.

 

Το ’ξιόν έστι... και τα παρόντα Μεγαλυνάρια.

 

Δεύτε, ασπασώμεθα την μορφήν της αειπαρθένου, ποιηθείσαν άνευ χειρός αληθώς βροτείου εν Ιεροσολύμοις, και έχουσαν την κλήσιν αυτών την πάνσεπτον.

 

Χαίροις της νεότητος ποδηγός προς την σωτηρίαν και προστάτις και αρωγός σοι των προσφευγόντων εν πάσαις βίου ζάλαις, Γεθσημανής κοσμήτορ, πάνσεπτε Δέσποινα.

 

Την σεπτήν μορφήν σου, ην τω φωτί περιηυγασμένην εν κελλίω Τατιανή τω αυτής κατείδεν εν πίστει προσκυνούμεν, Κυρία Θεοτόκε, ως αχειρότευκτον.

 

Σήν προσωνυμούσαν, Μήτερ Θεού, Ιεροσολύμοις προσκυνούντες πανευλαβώς θαυμαστήν εικόνα λαμβάνομεν αφθόνως την εξ αυτής τοις πάσι χάριν εκβλύζουσαν.

 

Δεύτε, ασπασώμεθα ευλαβώς σήν σεπτήν εικόνα εν τω τάφω Γεθσημανή, Ιεροσολύμων λαμπράν προσωνυμίαν την φέρουσαν, Παρθένε, θεογεννήτρια.

 

Παρειμένον ήγειρας θαυμαστώς εν τη Βουλγαρία και ηνέωξας οφθαλμούς εν αυτή αρτίως τυφλής κατασπασθείσης σον έκτυπον, Παρθένε, το αχειρότευκτον.

 

Δείξον τοις προστρέχουσιν ευλαβώς σω πανσέπτω τάφω προσκυνήσαι την σήν μορφήν τρίβον την ευθείαν απάγουσαν προς πόλον, των Ιεροσολύμων κλέος, Παντάνασσα.

 

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι ’γιοι πάντες, μετά της Θεοτόκου ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

 

Το Τρισάγιον και το Απολυτίκιον.

 

Ήχος πλ. α. Τον συνάναρχον Λόγον.

 

Βοηθήσαι σοις πρόσφυξι σπεύσον, Δέσποινα, τοις ευλαβώς προσκυνούσι εν τάφω Γεθσημανή τω πανσέπτω σήν μορφήν αχειροποίητον, ομβροβλυτούσαν δαψιλώς ιαμάτων οχετούς και νάματα συμπαθείας τοις σε υμνούσι, Παρθένε, λαμπρώς, Ιεροσολυμίτισσα.

 

Εκτενής και Απόλυσις, μεθ' ην ψάλλομεν το εξής·

 

Ήχος β'. Ότε εκ του Ξύλου.

 

Σήν αχειροποίητον μορφήν, Μήτερ του Θεού του Υψίστου, κατασπαζόμενοι θησαυρόν υπάρχουσαν όντως πολύολβον του ναού του αγίου σου εν τάφω σεπτώ σου δύναμιν λαμβάνομεν την απορρέουσαν εξ αυτής και πόθω βοώμεν· Χαίρε, Παναγία Παρθένε, αγλαή Ιεροσολυμίτισσα.

 

Ήχος πλ δ'.

 

Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

 

Ήχος β'.

 

Την πάσαν ελπίδα μου εις σέ ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

 

Δίστιχον.

 

Ιεροσολυμίτισσα, Πατριάρχην σκέπε, βοά Χαραλάμπης.

 
ΤΕΛΟΣ ΚΑΙ ΔΟΞΑ ΤΩ ΜΟΝΩ ΑΛΗΘΙΝΩ ΘΕΩ ΗΜΩΝ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Τα θυμάσαι τα αδέρφια σου;

Έχουμε να γράψουμε ιστορία ακόμη...