Κυριακή 1 Μαΐου 2016

Το Ευαγγέλιο στην Ομηρική Διάλεκτο - Εσπερινός της Αγάπης

σχόλιο Γ.Θ : Τα Αρχαία των Αρχαίων!

σέ ἡρωϊκό ἑξάμετρο, ἀπό τόν ῞Αγιο Νικόδημο τόν ῾Αγιορείτη.

Ὁμηρικὴ διάλεκτος
Κατὰ τὸν Ὅσιο Νικόδημο τὸν Ἁγιορείτη
(μελοποιημένο σὲ ἡρωϊκὸ ἑξάμετρο)



Ὄφρα κε νωιτέροισιν ἐν οὔασι πάγχυ βάλωμεν,
Θέσφατον, ἱμερόεσσαν, ἁγνήν, Εὐάγγελον ὄππα,
Μειλίξωμεν Ἄνακτα Θεόν, μέγαν, οὐρανίωνα. Ἰθυγενεῖς· Σοφίη.
Εὐαγγελίοιο κλύωμεν.
Εἰρήνη χαρίεσσ᾿ ἐπ᾿ ἀπείρονα δῆμον ἐσεῖται.
Ἐκ δ᾿ ἀρ᾿ Ἰωάνοιο, τόδ᾿ ἔστι βροντογόνοιο.
Ἀλλ᾿ ἄγετ᾿ ἀτρεμέσι χρησμοὺς λεύσωμεν ὀπωπαῖς.
Εὖτε δὴ ἠέλιος φαέθων ἐπὶ ἕσπερον ἦλθε.
Καὶ σκιόωντο ἀγυιαί, ἐπὶ χθονὶ πολυβοτείρη,
Ἤματι ἐν πρώτῳ, ὅτε τύμβου ἆλτο Σαωτήρ,
Κληϊσταὶ δὲ ἔσαν θυρίδες πυκινῶς ἀραρυῖαι,
Βλῆντο δὲ πάντες ὀχῆες ἐϋσταθέος μεγάροιο
Ἔνθα μαθηταί, ὁμοῦ τε ἀολλέες ἠγερέθοντο,
Μυρόμενοι θανάτῳ ἐπ᾿ ἀεικέϊ Χριστοῦ Ἄνακτος,
Καὶ χόλον ἀφραίνοντα Ἰουδαίων τρομέοντες,
Ἤλυθε δὴ τότε Χριστὸς Ἄναξ θεοειδέϊ μορφῇ
Ἔστη δ᾿ ἐν μεσσάτῳ ἀναφανδόν, καὶ φάτο μῦθον.
Εἰρήνη ὑμῖν φίλη, ἡσυχίη τ᾿ ἐρατεινή.
Ὡς εἰπών, ἐπέδειξεν ἐὴν πλευρὴν ἠδὲ χεῖρας·
Γήθησαν δὲ μαθηταί, ἐπὶ ἴδον Εὐρυμέδοντα.
Τοὺς δ᾿ αὖτις προσέειπεν Ἰησοῦς οὐρανοφοίτης·
Εἰρήνη ὑμῖν φίλη, ἡσυχίη τ᾿ ἐρατεινή·
Ὡς ἐμὲ πέμψε Πατήρ, ὃς ὑπέρτατα δώματα ναίει,
Ὧδ᾿ ἐγὼ ὑμέας εἰς χθόνα πέμπω εὐρυόδειαν.
Ὡς ἄρα φωνήσας, μύσταις ἔμπνευσ᾿ ἀγορεύων·
Πνεῦμα δέχνυσθ᾿ ἅγιον φαεσίμβροτον, ὑψιθόωκον·
Ὧν μὲν ἀτασθαλίας θνητῶν ἀφέητ᾿ ἐπὶ γαῖαν,
Τοῖσιν ἦ που ἀφίενται ἐπ᾿ οὐρανὸν ἀστερόεντα,
Ὧν δ᾿ ἀρ᾿ ἐπεσβολίας ὑπερφιάλων κρατέητε,
Τοῖσιν ἀλυκτοπέδης κεῖναι σθεναρῶς κρατέονται.
Θωμᾶς δ᾿ ᾧ ἐπίκλησις ἅπασι Δίδυμος ἀκούειν,
Οὐχ ἅμα τοῖς ἄλλοις μύσταις πρίν ὁμώροφος ἔσκε,
Ἰησοῦς ὅτ᾿ ἔβη εἴσω μελάθροιο ἑταίρων.
Ἴαχον οὖν ἄλλοι τούτῳ ἐρίηρες ἑταῖροι·
Εἴδομεν ὀφθαλμοῖσιν Ἰησοῦν Παγκρατέοντα.
Τούς δ᾿ ἀπαμειβόμενος Θωμᾶς προσέφησεν ἀτειρής·
Ἴχνια ἢν μὴ ἴδω μετὰ χείρεσιν ἡλοτορήτῃς,
Δάκτυλον ἐμβάλω τε ἐκείνου ἔνδοθι χειρός,
Χεῖρά τ᾿ ἐμὴν εἴσω πλευρῆς οἱ ῥεῖα βαλοίμην,
Οὔποτε ὑμετέροισι λόγοις κεφαλῇ κατανεύσω.


Πρωτότυπον κείμενον
Τὸ Εὐαγγέλιον (Ἰω. κεφ. κ´ 19-25)

Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου,
Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.Σοφία. Ὀρθοί.
Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα.
Πρόσχωμεν.
19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ
τῇ μιᾷ σαββάτων,
καὶ τῶν θυρῶν κεκλεισμένων
ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι
διὰ τὸν φόβον τῶν Ἰουδαίων,
ἦλθεν ὁ Ἰησοῦς
καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς·
Εἰρήνη ὑμῖν.
20 καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας
καὶ τὴν πλευρὰν αὐτοῦ.
ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 21 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν·
Εἰρήνη ὑμῖν.
καθὼς ἀπέσταλκέ με ὁ πατήρ,
κἀγὼ πέμπω ὑμᾶς.
22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς·
Λάβετε Πνεῦμα ἅγιον·
23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς,
ἄν τινων κρατῆτε, κεκράτηνται.
24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ὁ λεγόμενος Δίδυμος,
οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς.
25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί·
Ἑωράκαμεν τὸν Κύριον.
ὁ δὲ εἶπεν αὐτοῖς·
Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων,
καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων,
καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ,
οὐ μὴ πιστεύσω.


Ἀττικὴ διάλεκτος
Εἰς μέτρον ἰαμβικόν

Ἐπαξίως κλύωμεν ἁγίου ἕπους.
Ἄγωμεν ᾠδὴν ἱκετήριον πάνυ
Ἡμῶν Ἄνακτι, δώμαθ᾿ ὃς πόλου ἔχει.
Ὀρθὴ σοφίη! ἀγλαῶν ἐφετμέων
Εὐάγγελον νῦν οὔασιν θῶμεν γ᾿ ὄπα.
Πάντεσσι χάρμα.
Ἐκ τῶν Ἰωάννοιο ῥητῶν ἐνθέων
Ἄκουσμα ὄντος τῶν πάνυ ψυχοσσόων.
Σιγήν τε πάντες σχῶμεν ἠδ᾿ ἡσυχίην.
Ἥμος δ᾿ ἄρ᾿ ἔσκεν ὀψίῃ τῶν Σαββάτων,
Εὔτ᾿ ἂν πυλάων κεῖτ᾿ ὀχεὺς τανυσμένος,
Ἔσαν θ᾿ ἑταῖροι ἔνθα δὴ βεβυσμένοι
Δέει μανίῃς Ἰσραὴλ θεοκτόνου,
Μέδων ποθεινὸς ἤλυθεν Παγκρατέων.
Τῆμός τε μέσσον ἵστατ᾿ αὐδάων φίλοις,
Θαρσεῖτ᾿ ὀπηδοί! χάρμ᾿ ὑμῖν ἀνασσέτω.
Ἧ, καὶ φίλοισι φῆν᾿ Ἄναξ τὰς ἐὰς χέρας,
Πλευρήν τε θείην δεξιὴν τ᾿ οὐταμένην.
Τοὶ δ᾿ ὡς ἄνακτα εἶδον ὑψιβρεμέτην,
Ἄφαρ χάρησαν, νόσφι βάλλον τε τρόμον.
Αὖτις δὲ τοῖσιν εἶπε πανσθενοῦς βίη,
Ὁμοφρονεῖτε! ἀσπάσαθ᾿ ἡσυχίην.
Ἀπφὺς ὥσπερ ἲς ἔπεμψέ μ᾿ ἐς χθόνα
Κἀγὼ φεραυγῶς ὑμμέας ὡς ἓς γ᾿ ἔθνη.
Ἦ, καὶ ἄημα Πνεύματος Παναγίου
Ἦκεν γ᾿ ἀπὸ στόματος ἄμβροτον μάλα,
Δέχνυσθε, φήσας, Πνεῦμα θεῖον προφρόνως.
Ὅτου βροτῶν κεν ἀμπλακημάτων μένος
Λύσητε, τοῖσι ταῦτα συγγνώστ᾿ ἄρ᾿ πέλει.
Ὦν αὗται δ᾿ ἔμπης ἐνδέδενται ἐν γέῃ,
-Τάων ἀσύγγνωστ᾿ ἐν πόλῳ τε τυγχάνει.
Θωμᾶς δὲ τῶν δε, δίδυμος κεκλημένος,
Ἀπῆν, παρόντος Παμμέδοντος ἐν μέσῳ.
Φράζεσκεν οἱ ἔπειτα οἱ ἄλλοι φίλοι
Ἄνακτα Χριστὸν λεύσαμεν λαοσσόον.
Ἀτὰρ μετηῦδα τοῖς λίην ἀραρότως,
Εἰ μή με λεύσω τρῆσιν ἥλων δριμέων
Χερσίν, ποσίν τε Δεσπότου τετρῃμένοις,
Οὐλῇ τε τῶνδε δάκτυλ᾿ αὖ ἐμὰ φέρω.
Αὖθις τε πλευρὴν χεῖρά γ᾿ ἀκριβουμένην,
Ἤκιστα πίστιν ἐμμέων λόγοις ἔχω.

 
Νέα Ἑλληνική
Κατὰ τὴν ἀπόδοση τῆς Ἀποστολικῆς Διακονίας τῆς Ἐκκλησίας τῆς Ἑλλάδος

Ὥστε νὰ καταστοῦμε ἱκανοὶ νὰ ἀκούσουμε
τὸ Ἅγιο Εὐαγγέλιο,
ἂς ἱκετεύσουμε τὸν Κύριο, τὸν Θεόν μας. Σοφία. Ὀρθοί.
Ἂς ἀκούσουμε τὸ Ἅγιο Εὐαγγέλιο.
Εἰρήνη σὲ ὅλους.
Ἀπὸ τὸ κατὰ Ἰωάννη Ἅγιο Εὐαγγέλιο, τὸ Ἀνάγνωσμα.
Ἂς προσέξουμε.
Κατὰ τὴν ἑσπέραν τῆς ἡμέρας ἐκείνης,
τῆς πρώτης ἑβδομάδος,
καὶ ἐνῷ οἱ πόρτες ἦσαν κλειστές,
ἐκεῖ ποὺ ἦσαν συγκεντρωμένοι οἱ μαθηταί,
διότι ἐφοβοῦντο τοὺς Ἰουδαίους,
ἦλθε ὁ Ἰησοῦς
καὶ στάθηκε εἰς τὸ μέσον καὶ τοὺς λέγει,
«Εἰρήνη νὰ εἶναι μαζί σας».
Ὅταν εἶπε αὐτό, τοὺς ἔδειξε τὰ χέρια του
καὶ τὴν πλευράν του.
Οἱ μαθηταὶ ἐχάρησαν διότι εἶδαν τὸν Κύριον.Ὁ Ἰησοῦς τοὺς εἶπε πάλι,
«Εἰρήνη νὰ εἶναι μαζί σας.
Καθὼς ἔστειλε ἐμὲ ὁ Πατέρας
καὶ ἐγὼ στέλλω ἐσᾶς».
ὅταν εἶπε αὐτὸ ἐφύσησε εἰς τὸ πρόσωπον καὶ τοὺς λέγει,
«Λάβετε Πνεῦμα Ἅγιον,
ἐὰν κάποιων συγχωρήσετε τὶς ἁμαρτίες νὰ εἶναι συγχωρημένες,
ἂν κανενὸς δὲν τὶς συγχωρήσετε, θὰ μείνουν ἀσυγχώρητες».
Ὁ Θωμᾶς, ἕνας ἀπὸ τοὺς δώδεκα, ὁ ὀνομαζόμενος Δίδυμος,
δὲν ἦτο μαζί τους ὅταν ἦλθε ὁ Ἰησοῦς.
Τοῦ εἶπαν λοιπὸν οἱ ἄλλοι μαθηταί,
«Εἴδαμε τὸν Κύριο».
Αὐτὸς δὲ τοὺς εἶπε,
«Ἐὰν δὲν εἰδῶ εἰς τὰ χέρια του τὸ σημάδι ἀπὸ τὰ καρφιὰ
καὶ δὲν βάλω τὸ δάκτυλό μου εἰς τὸ σημάδι ἀπὸ τὰ καρφιὰ
καὶ δὲν βάλω τὸ χέρι μου εἰς τὴν πλευράν του,
δὲν θὰ πιστέψω».

Τα θυμάσαι τα αδέρφια σου;

Έχουμε να γράψουμε ιστορία ακόμη...