Κυριακή 21 Μαΐου 2023

Παρακλητικός Κανών εις τους Αγίους Ενδόξους Μεγάλους Βασιλείς και Ισαποστόλους Κωσταντίνον και Ελένης

 Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξής·

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Tὸν θεασάμενον Σταυροῦ τὸ σημεῖον ἐν οὐρανῷ καὶ τροπωσάμενον τάχος ἐχθρὸν ἀνευφημήσωμεν πιστοὶ εὐλαβῶς, Κωνταντῖνον ἄνακτα, καὶ φωσφόρον Ἑλένην, τὴν βασιλομήτορα, ἀνευροῦσαν τὸ Ξύλον Σταυροῦ τοῦ θείου, κράζοντες· Αὐτοῦ δυνάμει πάντας πιστοὺς περισκέπετε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Κωνσταντίνῳ καὶ Ἑλένῃ θερμὴ ἱκεσία Χ.Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Κατάστειλον πάθη τὰ σαρκικὰ ἡμῶν, Κωνσταντῖνε καὶ Ἑλένη, τῶν εὐλαβῶς σπευδόντων ὑμῶν τῇ προστασίᾳ καὶ ἀντιλήψει καὶ θείαις ἐντεύξεσιν.

Ως βάθρα τῆς πίστεως ἀῤῥαγῆ, σεπτὲ Κωνσταντῖνε καὶ Ἑλένη θεοειδές, ὑμᾶς ἀνυμνοῦντες ἱκεσίας θεοπειθεῖς τὰς ὑμῶν ἐκδεχόμεθα.

Ναοὺς ἡ δομήσασα ἱερούς, Ἑλένη Ἁγία, καθικέτευε τὸν Θεὸν σὺν τόκῳ σου θείῳ, Κωνσταντίνῳ, ἡμᾶς ναοὺς ἀναδεῖξαι χρηστότητος.

Θεοτοκίον.
Στηρίζουσα πάντας Χριστιανοὺς μὴ παύσῃ, Παρθένε, ἐν τῇ πίστει τοὺς εὐλαβῶς ὑμνοῦντάς σε, Κεχαριτωμένη, καὶ μεγαλύνοντας πλῆθος χαρίτων σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τοῦ Σταυροῦ τῇ δυνάμει θεοειδῆ ἄνακτα, Μέγαν Κωνσταντῖνον, ἀπίστους τὸν θριαμβεύσαντα ἀνευφημοῦντες λαμπρῶς βοῶμεν· Τήρει ἀτρώτους τῶν βελῶν τοῦ δράκοντος πάντας ἱκέτας σου.

Ἀφθαρσίας πρὸς δρόμους τοῦ οὐρανοῦ ἴθυνον, ἀγλαὴ Ἑλένη, τοὺς ὕμνοις σὲ μεγαλύνοντας ὡς εὐσεβείας πηγὴν ἰσχύος βλύζουσαν ὕδωρ θεῖον καὶ δυνάμεως τοῖς εὐφημοῦσί σε.

Νῦν σεπτὸν Κωνταντῖνον ψαλμοῖς φαιδροῖς μέλποντες καὶ τὴν θεοφόρον Ἑλένην ὡς ἄστρα πίστεως φωτοειδῆ προσευχὰς αὐτῶν πρὸς Ἐσταυρωμένον Ἰησοῦν τὸν εὔσπλαγχνον ἀπεκδεχόμεθα.

Θεοτοκίον.
Τῆς ἡμῶν σωτηρίας πανευλαβῶς πρόξενον, οὐρανοῦ καὶ γῆς τὴν Κυρίαν, Θεογεννήτριαν, στέφοντες ὕμνων τερπνῶν ῥόδοις κραυγάζομεν· Χαῖρε, ἀρωγὲ καὶ πρόμαχε τῶν προστρεχόντων σοι.

Στηρίξατε ἡμᾶς ἐν πίστει σῳζούσῃ Σταυροῦ δυνάμει, Κωνσταντῖνε σὺν τῇ μητρί, Ἑλένῃ τῇ θείᾳ σου, ἐνθέων ἀρχέτυπα Βασιλέων.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σταυρῶσαι ἡμᾶς τὰ πάθη ἀξιώσατε δυνάμει Σταυροῦ Χριστοῦ τοῦ πανοικτίρμονος, Κωνσταντῖνε ἔνδοξε καὶ Ἑλένη, πίστεως πρόβολοι, τῶν βασιλέων ἄστρα παμφαῆ, φωτὶ εὐσεβείας τὰ λαμπόμενα.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἰσχυρὰ ἀναδείξατε, μάκαρ Κωνσταντῖνε, πιστῶν τὰ τάγματα, καὶ Ἑλένη παναοίδιμε, ἐν ταῖς καθ’ ἡμέρας μάχαις, ὄλβιοι.

Νικηφόρως τὰ σκάμματα διανῦσαι βίου ἡμᾶς ἀξίωσον, Κωνταντῖνε θεοδόξαστε, Ἀποστόλων τρόποις ὁ ἑπόμενος.

Ὼς τῆς πίστεως ἔρεισμα ἀκλινῶς, Ἑλένη, σὲ μακαρίζοντες ταῖς πρεσβείαις σου προστρέχομεν πρὸς τὸν ζωοπάροχον Θεάνθρωπον.

Θεοτοκίον.
ΚαταπράBνον δούλων σου τὰς ὁρμὰς σαρκίου, Θεογεννήτρια, καὶ κατάστειλον κινήματα ταύτης τῷ φαρμάκῳ σῶν δεήσεων.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἂναξ θεαυγές, Κωνσταντῖνε, πέμψον ἅπασι προσευχαῖς σου τὰ ἐλέη τοῦ Θεοῦ, Οὗ τὸ κράτος βασιλείᾳ σου ἐδόξασας.

Ἲλεων ἡμῖν τὸν Παντάνακτα ἀπέργασαι καὶ φιλάνθρωπον, Ἑλένη, Λυτρωτήν, ἁγιάσαντα Σταυρὸν Αὐτοῦ τοῖς αἵμασιν.

Εὗρόν σε πιστοί, Κωνσταντῖνε, μέγα στήριγμα ἐν κινδύνοις καὶ παντοίαις συμφοραῖς, ἱδρυτὰ εὐάνδρου Κωνσταντινουπόλεως.

Θεοτοκίον.
Λάμψον μοι τὸ φῶς τὸ ἀπρόσιτον τοῦ Τόκου σου, Θεοτόκε, καὶ διάλυσον παθῶν χαμαιζήλων σοῦ ἱκέτου τὴν σκοτόμαιναν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπόμβρισον ὑετὸν σῆς χάριτος, Κωνσταντῖνε, Βασιλέων φαιδρότης τῶν εὐσεβῶν, τοῖς θερμοῖς σου ἱκέταις καὶ τὰς αὐχμώσας καρδίας κατάρδευσον ἡμῶν τιμώντων σε λαμπρῶς δωρεῶν ὡς νεφέλην οὐράνιον.

Νικήτορας δεῖξον τοὺς ἱκέτας σου ἐν ταῖς μάχαις, θεοφόρε Ἑλένη, κατὰ τοῦ πλάνου, πτερνίζοντος γένος βροτῶν ἀπαύστως, ἡ πόνοις ἰδίοις σου εὑροῦσα Ξύλον τοῦ Σταυροῦ, Ἐκκλησίας Χριστοῦ ὡραιότητος.

Ἠγίασε, Κωνταντῖνε ἔνδοξε, σὲ Χριστός, ὁ τὸν Σταυρὸν ἁγιάσας Αὐτοῦ αἱμάτων τοῖς ῥείθροις, καὶ πάντων τῶν εὐσεβῶν ἔδειξέ σε ἀκέστορα ταχὺν καὶ θεῖον ἀρωγὸν ἐν τοῦ βίου δειναῖς περιστάσεσι.

Θεοτοκίον.
Θεόνυμφε, Παναγία Δέσποινα, ὑπερφώτους οὐρανῶν πρὸς σκηνώσεις τοὺς σοὺς οἰκέτας κατεύθυνον ὕμνοις σὲ μελιχροῖς μεγαλύνοντας πάντοτε ἀπλανεστάτην ὡς πιστῶν πρὸς ἀφθίτους ἐπάλξεις ἰθύντειραν.

Στηρίξατε ἡμᾶς ἐν πίστει σῳζούσῃ Σταυροῦ δυνάμει, Κωνσταντῖνε, σὺν τῇ μητρί, Ἑλένῃ, τῇ θείᾳ σου, ἐνθέων ἀρχέτυπα Βασιλέων.

Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν Κωνσταντῖνον τὸν Μέγαν τιμήσωμεν, καὶ τὴν Ἑλένην, μητέρα τὴν πάνσεπτον αὐτοῦ, ὡς βάσεις στεῤῥὰς θείας πίστεως καὶ ἀρωγοὺς ἐν ἀνάγκαις ἀείποτε τῶν εὐσεβῶν καὶ δειναῖς περιστάσεσι.

Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ι΄ 9 – 16).

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· Ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δἑ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κωνσταντῖνε ὄλβιε, κανὼν σεπτῶν βασιλέων, καὶ Ἑλένη ἄνασσα, ξυνωρὶς πανθαύμαστε, σκεύη Χάριτος, εὐσεβῶν πρόμαχοι, οὐρανῶν ἐκ δόμων ἐποπτεύετε τοὺς πρόσφυγας ὑμῶν τῆς χάριτος καὶ ἐπιβραβεύετε ἅπασι τοῖς μέλπουσιν ἐν ᾄσμασι καὶ ψαλμοῖς καὶ ὕμνοις εμπρέπουσιν ὥσπερ εὐσεβείας ὑμᾶς παμφαεστάτους φρυκτωροὺς ἄμφω ἰσχὺν καὶ ὑγίειαν, σθένος τε καὶ δύναμιν.

Σῶσον, ὁ Θεὸς, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐξ ἐχθρῶν ἀοράτων τοῦ Σταυροῦ τῇ δυνάμει πιστοὺς ἀσφάλιζε τοὺς μεγαλύνοντάς σε, τρισμάκαρ Κωνσταντῖνε, ὁ ἰδὼν τὸ ἐπίγραμμα «ἐν τούτῳ νίκα» σαφῶς σὺν τοῦ Σταυροῦ τῷ τύπῳ.

Ῥῦσαι πλάνου μανίας τοῦ Σταυροῦ τῇ ἰσχύ, Ἑλένη πάνσεμνε, τοὺς ὕμνοις σε τιμῶντας, ἡ ζωηφόρον Ξύλον εὑραμένη καὶ πάνσεπτον, ἐν ᾧ ἐτάθη Χριστός, ἐν Ἱεροσολύμοις.

Μὴ ἐάσῃς, Ἑλένη, σοὺς ἱκέτας γενέσθαι πυρὸς ἀνάλωμα ἀστέκτου ἐν ἡμέρᾳ ἐτάσεως εὐχαῖς σου πρὸς τὸν εὔσπλαγχνον Κύριον, ἐσταυρωμένον Χριστόν, Οὗ τὸν Σταυρὸν ἀνεῦρες.

Θεοτοκίον.
Η ἑτοίμη σῶν δούλων προστασία καὶ σκέπη, Θεογεννήτρια, ἐπόπτευε θεόθεν τοὺς σὲ ὑμνολογοῦντας καὶ πρὸς δόμους κατεύθυνε παμφώτους τῶν οὐρανῶν τοὺς μεγαλύνοντάς σε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰσχύν, Ἑλένη, δίδου ἡμῖν θριαμβεῦσαι τὸν ἐχθρὸν τοῦ Σταυροῦ τῇ δυνάμει, Ὃν ἐκ γῆς λαγόνων ἐξήνεγκας, τρισμάκαρ.

Κινδύνων ῥῦσαι σοὺς ὑμνητάς, Κωνσταντῖνε, Χριστωνύμων φρουρὲ καὶ προστάτα, βλάβης τοῦ Βελίαρ καὶ λυπηρῶν παντοίων.

Εὐκλείας θείας καταξιώσατε πάντας ἀπολαῦσαι ὑμᾶς τοὺς ὑμνοῦντας, μάκαρ Κωνσταντῖνε καὶ θεαυγὲς Ἑλένη.

Θεοτοκίον.
Σωφρόνως πάντας καὶ εὐσεβῶς καὶ δικαίως καταξίωσον βίον ἀνῦσαι, Κεχαριτωμένη, τοὺς μακαρίζοντάς σε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχύος, Κωνσταντῖνε, πλῆσον σοὺς ἱκέτας Σταυροῦ δυνάμει συντρίψαι τὰ ἔνεδρα, ἀνάκτων κλέος ἐνθέων, τοῦ παναλάστορος.

Ἀγίαζε τὰ ἔργα τῶν πιστῶν, Ἑλένη, ἡ τὸν Σταυρὸν ἀνευροῦσα τὸν τίμιον, τὸν ἁγιάζοντα πάντας τοὺς εὐσεβόφρονας.

Χρηστότητος δοχεῖα δείξατε τοὺς ὕμνοις ὑμᾶς τιμῶντας, Ἑλένη πανθαύμαστε καὶ εὐλαβὲς Κωνσταντῖνε, φανοὶ τῆς πίστεως.

Θεοτοκίον.
Μετὰ τοῦ Κωνσταντίνου καὶ σεμνῆς Ἑλένης, μητρὸς αὐτοῦ, καθαγίαζε ἅπαντας σὲ μεγαλύνοντας πόθῳ, Θεογεννήτρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια·
Χαίροις, Κωνσταντῖνε, ὁ κατιδὼν τοῦ Σταυροῦ τὸν τύπον ἐν τῷ μέσῳ τοῦ οὐρανοῦ καὶ «ἐν τούτῳ νίκα», ἐπίγραμμα τὸ θεῖον, ἀνάκτων θεοφόρων ἔμπνουν θησαύρισμα.

Χαίροις, ἡ εὑροῦσα τὸ τοῦ Σταυροῦ ζωηφόρον Ξύλον, θεοδόξαστε βασιλίς, τὸ ἐγκεκρυμμένον ἐν Ἱεροσολύμων λαγόσι γῆς, Ἑλένη, κλέος τῆς πίστεως.

‘Ρύεσθε κινδύνων καὶ συμφορῶν, μάκαρ Κωνσταντῖνε καὶ Ἑλένη πανευλαβές, πάντων Χριστωνύμων χορείας ἀνυμνούσας ὑμῶν τὴν θείαν μνήμην καὶ πανσεβάσμιον.

Σκέπετε τὸν δῆμον τῶν εὐσεβῶν σπεύδοντα ἐν δίναις καὶ ἀνάγκαις καὶ συμφοραῖς ταῖς ὑμῶν πρεσβείαις πρὸς Κύριον, Ἑλένη καὶ πάνυ Κωνσταντῖνε, ἔνθεοι ἄνακτες.

Δεῦτε ἀνυμνήσωμεν οἱ πιστοὶ μέγαν Κωνσταντῖνον καὶ Ἑλένην τὴν εὐκλεῆ, πίστεως ὀφθέντας κοσμήτορας καὶ πάντων προστάτας Χριστωνύμων ὕμνοις ἐμπρέπουσι.

Χαίροιτε, ἁπάντων Χριστιανῶν ἀκλινεῖς προστάται, ἀντιλήπτορες καὶ φρουροί, χαίροιτε, Ἑλένη καὶ θεῖε Κωνσταντῖνε, οἱ τοῦ Σταυροῦ δυνάμει πλάνον νικήσαντες.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον· Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν Σταυρὸν ἐν ὁραμάτι θεασάμενον Χριστοῦ, σεπτὸν Κωνσταντῖνον, ὡς βασιλέων σεπτῶν ἐγκαλλώπισμα πιστῶς ἀνευφημήσωμεν καὶ τὴν μητέρα τὴν κλεινὴν καὶ πανεύφημον αὐτοῦ, Ἑλένην, Σταυρὸν τὸν θεῖον τὴν ἀνευροῦσαν, πρεσβείας αὐτῶν πρὸς Κύριον αἰτούμενοι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Μέγαν Κωνσταντῖνον ἐκτενῶς μέλψωμεν καὶ θείαν Ἑλένην, τῆς εὐσεβείας πυρσούς, βασιλέων ἔκτυπα καὶ θείας πίστεως τοῦ Χριστοῦ καλλωπίσματα θερμῶς ἐκβοῶντες· Ῥύσασθε κακώσεων ὑμῶν τοὺς πρόσφυγας σθένει τοῦ Σταυροῦ τοῦ τιμίου, οὗ ἐν οὐρανοῖς ἐμφανείᾳ καὶ εὑρέσει κόσμον κατηυφράνατε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Tετράστιχον.
Κωνσταντῖνε καὶ Ἑλένη, Ἀμβρόσιον,
Παρασκευὴν καὶ Χαραλάμπη σκέπετε.
Νικηφόρον, Τηλλυρίας Ἱεράρχην,
Ἅγιοι, φρουρεῖτε, βοᾷ Χαραλάμπης.

πηγή

Τα θυμάσαι τα αδέρφια σου;

Έχουμε να γράψουμε ιστορία ακόμη...