Κύριε
Παντοκράτορ, ὁ ἐλευθερώσας καὶ τὸ γένος τῶν Ἑλλήνων ἐκ τοῦ ζυγοῦ τῶν
ἀπίστων ἐκγόνων τῆς Ἄγαρ καὶ ἐκ παντὸς αὐτοῦ ἐπιβούλου, βοήθησον ἡμῖν ἐν
ἐλευθερίᾳ...
Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἐλευθερώσας ἡμᾶς ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ διὰ τοῦ τιμίου Σου αἵματος, ὁ ἀναιρέτης τῆς ἁμαρτίας καὶ ἐλευθερωτὴς τῶν ψυχῶν ἡμῶν, ὁ κλειδοῦχος τῆς ἀτελευτήτου μακαριότητος, ὁ εἰπών· «Γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς» (Ἰωάν, η΄ 32), ὁ εὔσπλαγχνος καὶ πανευΐλατος καὶ πανοικτίρμων καὶ πολυέλεος Σωτὴρ τοῦ γένους ἡμῶν, ὁ διὰ τῆς Σῆς ἀναστάσεως συνθλάσας τοὺς δεσμοὺς ἡμῶν μετὰ τῆς δουλείας τοῦ ἀλλοτρίου καὶ τῆς φθορᾶς τοῦ θανάτου, ἐπάκουσον νῦν ἡμῶν δεομένων Σου καὶ παράσχου ἡμῖν τοῖς ἐκθύμως δοξάζουσί Σε, τὸν μόνον ἀληθινὸν Θεὸν ἡμῶν, ἐλεύθερον καὶ ἀνέσπερον ἦμαρ καὶ δύναμιν τὴν ἐκ Σοῦ ἐκπορευομένην τοῦ ἐφαρμόζειν ἀπαρεγκλίτως τὸ Παύλειον· «Τῇ ἐλευθερία, ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε» (Γαλ. δ΄ 1). Ναί, Κύριε Παντοκράτορ, ὁ ἐλευθερώσας καὶ τὸ γένος τῶν Ἑλλήνων ἐκ τοῦ ζυγοῦ τῶν ἀπίστων ἐκγόνων τῆς Ἄγαρ καὶ ἐκ παντὸς αὐτοῦ ἐπιβούλου, βοήθησον ἡμῖν ἐν ἐλευθερίᾳ τὸν βίον διάγειν καὶ τῇ πανσθενεῖ χάριτι Σου συντρίβειν τὰ βέλη τῶν ἑκάστοτε ἐπιβούλων τῆς ἡμῶν ἐλευθερίας καὶ ἀνεξαρτησίας. Τήρησον ἡμᾶς ἐν ἠθικῇ ἐλευθερίᾳ τοὺς αἰχμαλώτους τῇ ἀσυδοσίᾳ καὶ κραιπάλῃ καὶ ἐκζητήσει τῶν περιττῶν καὶ οὐχὶ τῶν πρὸς τὸ ζῆν ἀπαραιτήτων. Ἀποδίωξον ἀφ’ ἡμῶν τὴν ἀχλὺν τῆς δουλείας ἀγνοίας τῶν ἐντολῶν Σου, ψεύδους, ὑποκρισίας, παθῶν ψυχοκτόνων καὶ χαμαιζήλων καὶ πρωτίστως ἐλλείψεως γνώσεως τοῦ ἀληθινοῦ ἡμῶν ἑαυτοῦ.
Ἔτι δεόμεθά Σου, ἐλευθερωτὰ Κύριε, Σῶτερ φιλάνθρωπε· Φώτισον τὰς καρδίας τῶν κρατούντων ἐπιθυμεῖν τὴν ἀνέγερσιν περικαλλοῦς καὶ περιδόξου Ναοῦ τῇ Σῇ Μεταμορφώσει, εἰς ἐκπλήρωσιν τοῦ Τάματος τοῦ Ἔθνους ἡμῶν, καὶ δὴ εἰς περίοπτον τῶν Ἀθηνῶν θέσιν, ὅπερ ὀφείλομέν Σοι καθηκόντως, τῷ ἐλευθερώσαντι ἡμᾶς ἐκ βαρυτάτης καὶ τυραννικῆς δουλείας. Καθοδήγησον ἡμᾶς εἰς ἐπιστροφὴν εἰς τὰς εὐγενεῖς καὶ τιμίας τοῦ γένους ἡμῶν ῥίζας, ἐξ ὧν ἐβλαστήσαμεν, καὶ ἐν ταὐτῷ τοὺς Ἄρχοντας ἡμῶν, Ἱεράρχας καὶ Κυβερνῆτας εἰς τρίβον ἐκπληρώσεως τοῦ Τάματος αὐτοῦ γενόμενος οὐράνιος ἀρωγὸς τοῦ Ἱδρύματος προασπίσεως ἠθικῶν καὶ πνευματικῶν ἀξιῶν καὶ τοῦ Σωματείου τῶν φίλων τοῦ Τάματος τοῦ Ἔθνους, ἵνα ἐν μιᾷ φωνῇ καὶ καρδίᾳ δοξάζομεν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά Σου, Σῶτερ, Ἐλευθερωτὰ καὶ προασπιστὰ τῶν ἀγαπώντων Σε, καὶ ἐξαιρέτως τοῦ λαοῦ τῶν Ἑλλήνων, τοῦ δοξάσαντός Σε κατὰ τὸ ῥῆμά Σου, ὃν τήρησον ἐσαεὶ ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ ἐλεύθερον καὶ κακῶν ἀνεπίβουλον.
Δρ Χαραλάμπης Μ. Μπούσιας,
Μέγας Ὑμνογράφος τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας
http://fotgrammi.gr/index.php/news-tama/975-17715---------