Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ Τροπάρια·
Ἦχος δ΄. Ὅ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τοὺς Πρωτοστάτας Οὐσιῶν τῶν ἀύλων, καὶ καταυγάζοντας φωτὶ πᾶσαν Κτίσιν, τῆς Τρισηλίου δόξης καὶ Θεότητος, ἅπαντες τιμήσωμεν, Ἀρχαγγέλους τοὺς θείους, πρὸς αὐτούς κραυγάζοντες, ἐν ψυχῇ τεθλιμμένη ὦ Ταξιάρχαι ἀύλων Οὐσιῶν, πάσης ἡμᾶς, περιστάσεως ῥύσασθε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανῶν, ἔχων Ἀκροστιχίδα κατ’ Ἀλφάβητον.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγραν διοδεύσας.
Ἁγίων Ἀγγέλων ὡς ἀρχηγοί, καὶ τῆς θεοπτίας ἀπολαύοντες τηλαυγώς, τὸν Ἀγαθοδότην καὶ Σωτῆρα ὑπὲρ ἡμῶν καθικετεύσατε.
Ἀπαύστως δοξάζουσί σε πιστῶς, Ἀσωμάτων δῆμοι, ἐνηδόμενοι κάλλει σῷ, καὶ τῇ ἀκορέστῳ αἴγλη, Σῶτερ αὐτῶν πρεσβείαις ἡμᾶς κατοικτείρησον.
Βιαίοις κρατούμενοι πειρασμοῖς, ὑμῖν ὡς προστάταις, καταφεύγομεν οἱ πιστοῖ, Ἀρχάγγελοι θεῖοι τὸν Δεσπότην, νῦν ἐκτενῶς ἐκδυσωπήσατε.
Θεοτοκίον.
Γενοῦ μοι, Παρθένε καταφυγῇ, λιμήν τε καὶ τεῖχος, καὶ προστάτις ἡ τὸν Θεόν, ἐν σαρκὶ τεκοῦσα Θεομῆτορ, τὸν λυτρωτὴν καὶ Πανοικτίρμονα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Δωρεαῖς πολυτρόποις, Ἀγγελικῶν τάξεων, οἷα Ταξιάρχαι, κοσμούμενοι, Ἀρχιστράτηγοι, καθωραΐσατε, τὰς τοῦ Χριστοῦ Ἐκκλησίας, θεϊκαῖς λαμπρότησι, ταῖς προστασίαις ὑμῶν.
Δωρεὰς με ἀγίας, ὡς συμπαθεὶς Ἄγγελοι, νῦν καταξιώσαι τὸν εὐσυμπάθητον δυσωπήσατε τρόπους ἀσπλάγχνους γὰρ, καὶ μοχθηροὺς κεκτημένον, μετανοίας τρόποις με ἀνακαλέσατε.
Εὐδοκίας ἐν ὅπλῳ, τὸ τῶν πιστῶν πλήρωμα, δόξης Οὐρανίου τῷ κάλλει νῦν στεφανούμενοι, ἐκ περιστάσεως, ὡς εὐκλεεῖς παραστάται, τοῦ Θεοῦ λυτρῶσασθε, θεῖοι Ἀρχάγγελοι.
Θεοτοκίον.
Ζωῆς τῆς ἀκηράτου, θείᾳ σκηνῇ γέγονας, μόνη ἐξ αἰῶνος φανεῖσα, Παρθενομῆτορ, Ἀγνῇ διὸ Πανάμωμε, τὸν ἐν σκιὰ τοῦ θανάτου, πρὸς ζωὴν ὁδηγῆσαν, νῦν με πρεσβείαις σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ Δυὰς ἡ πρωτεύουσα, τῆς τῶν Ἀρχαγγέλων νῦν ὁμηγύρεως, τοὺς προστρέχοντας τῇ σκέπη σου, ἐκ παντὸς κινδύνου, ἐλευθέρωσον.
Θεωροῖ τῆς λαμπρότητας, τῆς Θεαρχικῆς καὶ ἀγαθοδότιδος, Ἀρχιστράτηγοι, ὑπάρχοντες, δούλους τοὺς ὑμῶν δεινῶν λυτρώσασθε.
Ἱεραῖς ἐν δεήσεσιν, εὕροιμι ὑμᾶς συλλήπτορας Ἄγγελοι, τὴν ψυχήν μου ἐνισχύοντας, καὶ τὸν λογισμόν μου καταυγάζοντας.
Θεοτοκίον.
Ἱερῶς σε δοξάζουσι, τὰ τῶν Ἀσωμάτων θεῖᾳ στρατεύματα, Θεομῆτορ Πανακήρατε· τὸν γὰρ Κτίστην τούτων ἀπεκύησας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κύκλῳ τοῦ Θεοῦ, παρεστῶτες, Ἀρχιστράτηγοι, καὶ ταῖς ἐκεῖθεν πηγαζούσαις αὐγαῖς, λελαμπρυσμένοι τοὺς ὑμῶν οἰκέτας διασώσατε.
Λύτρωσιν ἡμῖν, δωρηθῆναι ἱκετεύσατε, τὸν Δεσπότην καὶ Θεὸν ἡμῶν, ὡς παραστάται τῆς βροτῶν ἀπολυτρώσεως.
Μύστας τῆς σεπτῆς, καὶ ἀῤῥήτου Σῶτερ δόξης σου, τοὺς Ἀρχιστρατήγους ὑπέστησας· τοὺς σοὺς οὖν δούλους δι’ αὐτῶν νῦν διαφύλαξον.
Θεοτοκίον.
Μύρον μυστικόν, ὀνομάζομεν σε Πάναγνε, ὡς γεννήσασαν Θεὸν ἐν σαρκί, τὸν τὰ εὐώδη ἀναβρύοντα χαρίσματα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νῦν θρόνοι, τῷ φοβερῷ παρίστασθαι, ἀκλινῶς ἀξιωθέντες Θεόπται, καὶ τοῦ φωτὸς τῆς Ἀγίας Τριάδος, ἐπαπολαύειν πρεσβεύσατε Ἄγγελοι, ῥυσθῆναι ἐκ τῶν πειρασμῶν, τοὺς τῇ σκέπῃ ὑμῶν καταφεύγοντας.
Ξηράνατε, τῶν παθῶν σηπεδόνα, καὶ τῶν νόσων κοπάσατε τὸν σάλον, σὺν τούτοις δὲ ὦ Ἀρχάγγελοι θεῖοι, καὶ τὰ τῆς πίστεως σκάνδαλα παύσατε, καὶ ῥύσασθε πάντας ἡμᾶς ταῖς λιταῖς ὑμῶν πάσης αἱρέσεως.
Οἱ Ἅγιοι Ταξιάρχαι Ἀγγέλων, παρεστῶτες ἐσαεὶ τῆ Τριάδι, καὶ τῶν φρικτῶν καὶ ἀῤῥήτων αὐτόπται, ὡς ὄντες πάντας, Ἀρχάγγελοι, ῥύσασθε, κινδύνων τὲ καὶ πειρασμῶν, ταῖς ὑμῶν ἱκεσίαις δεόμεθα.
Θεοτοκίον.
Ὁ ἔμψυχος, τοῦ Σωτῆρος θάλαμος, ὁ λαμπραῖς τῆς Παρθενίας ἀκτίσι, φωτοειδώς ὤσπερ κρίνος ἐκλάμπων, τῆς ἀκανθώδους ἐν μέσῳ συγχύσεως, ἡ Πάναγνος καὶ εὐπρεπής, Θεοτόκος παρθένος δοξάζεται.
Ἐκ νόσων καὶ ἐκ παντοίων κινδύνων ῥύσασθε Ταξιάρχαι, τοὺς πιστῶς τελοῦντας ὑμῶν τὴν Σύναξιν, ὡς φύλακες Ὀρθοδόξων προστάται.
Ἄχραντε, ἡ διά λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄.
Ἀρχιστράτηγοι Θεοῦ, Λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοὶ καὶ Ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρεσβεύσατε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.
Καὶ εὐθύς τὸ Προκείμενον.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ Πνεύματα, καὶ τοὺς Λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Στίχος. Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον. Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατά Λουκᾶν.
(Κεφ. ι΄16—21) .
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταίς· ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμέ αθετεί· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με· ὑπέστρεψαν δε οἱ ἑβδομήκοντα μετὰ χαράς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοίς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπήν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδού δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδέν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν υποτάσσεται˙ χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὑτῇ τῆ ὤρα ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταύτᾳ ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὑτά νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθεν σου.
Δόξα.
Ταῖς τῶν Ἀσωμάτων, Οίκτίρμον προστασίαις, ἐξαλεῖψαν τὰ πλήθη τῶν ἑμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, έξάλειψον τὰ πλήθη τῶν ἑμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ παρὸν Προσόμοιον.
Ἦχος πλ. β΄. Ὀλήν ἀποθέμενοι.
Παύσατε τὴν ἔφοδον, ὦ Πρωτοστάται Ἀγγέλων, Μιχαὴλ θαυμάσιε, Γαβριὴλ θειότατε, τῶν αἱρέσεων, καὶ ταχὺ σώσατε, ἐκ νόσων παντοίων, καὶ τὸν σάλον διαιρέσεων, καταπραύνατε, καὶ κινδύνων ῥύσασθε καὶ τῶν θλίψεων, λιταῖς ὑμῶν Ἀρχάγγελοι, πάντας τοὺς ὑμᾶς ἀναμέλποντας, καὶ τῇ θείᾳ σκέπῃ, ὑμῶν προσπεφευγότας εὐλαβῶς, καὶ τῶν δεινῶν τῆς κολάσεως, θείοι Νόες σώσατε.
Σῶσον ὁ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πολυποίκιλαν χάριν, Ἀρχιστράτηγοι θείοι, ὑμῖν δεδώρηται, ὁ πάντων εὐεργέτης, οὗ νῦν τὴν Ἐκκλησίαν, διασώσατε ψάλλουσαν· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἷ.
Ῥώμη τοῦ Παντεπόπτου, δυναμούμενοι πάντα, τῆς γῆς τὰ πέρατα, τρανῶς περισκοπεῖτε, καὶ πάντας τοὺς ἐν πίστει περισῴζετε ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἷ.
Σὺν ἀύλοις Ἀγγέλοις, τῶν πιστῶν αἱ χορεῖαι δεῦτε τιμήσωμεν, τὴν αἴσιον ἡμέραν, τῆς μνήμης ἐκτελοῦντες, τῶν Θεοῦ Ἀρχαγγέλων πιστῶς καὶ ἐκβοῶντες αὐτοῖς, ῥύσασθε ἡμᾶς νόσων.
Θεοτοκίον.
Σωτηρίας λιμένα, Θεοτόκε παρθένε, σὲ νῦν γνωρίζοντες, τοῦ βίου τοὺς κινδύνους, ἐκφεύγομεν καὶ ζάλας, τῷ Υίῷ σου κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἷ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς παραστάτας, καὶ ὑμνῳδούς τῆς ἀφράστου, Ἀρχαγγέλους δόξης σου προσδέχου, σὲ νῦν δυσωποῦντας, ὑπὲρ ἡμῶν, Παντάναξ.
Ὕμνους ἀπαύστους, ὦ Ἀρχάγγελοι θείοι, τῷ Θεῷ προσφέροντες τῶν ὅλων, μέμνησθε τῶν πίστει, ὑμᾶς ὑμνολογούντων.
Φῶτα, ὦ θείοι Ἀρχιστράτηγοι ὄντες, τῆς θεότητος παρακαλοῦμεν πάντας, φωτὸς Οὐρανίου, ἐμπλήσατε καὶ δόξης.
Θεοτοκίον.
Φαεινοτάταις σου ἀστραπαῖς Θεομῆτορ, τοὺς πιστῶς εἰδότας σε φαιδρύνεις, τὴν τιμιωτέραν, τῶν Οὐρανίων Νόων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χορείας Ἀσωμάτους, νῦν τὴν Ἐκκλησίαν, δι’ ἀρετῆς μιμουμένην σὺ λάμπρυνον, περιτειχίζων Παντάναξ, αὐτὴν Ἀγγέλοις σου.
Ψυχῶν τὴν σωτηρίαν, Θεοῦ Ταξιάρχαι, πᾶσιν ὑμῖν τοῖς τιμῶσι δωρήσασθε, τὴν φαιδροτάτην ἡμῶν καὶ θείαν πανήγυριν.
Ὡς φύλακας τοῦ κόσμου καὶ τῶν Ὀρθοδόξων καὶ Ἀρχιστράτηγοι θείων δυνάμεων, ῥύσασθε νόσων ἡμᾶς καὶ κακώσεων.
Θεοτοκίον.
Ὡς λυκαυγές ὡς ὄρθρος, πᾶσι τοῖς ἐν σκότει, ἐξανατείλασα Ἄχραντε πρέσβευε, Χριστῷ φωτίσαι τοὺς πίστει, ἀεὶ ὑμνοῦντάς σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Σκέπε, φρούρει, φύλαττε σαῖς λιταῖς, Ἀρχάγγελε θεῖε, Ἀστραπόμορφε Μιχαήλ, τοὺς πίστει σε τιμῶντας καὶ γεραίροντας πόθοις, πρῶτον τῶν Ἀγγέλων καὶ Ἀρχιστράτηγον.
Πάρεσο προστάτης πᾶσιν ἡμῖν, ἐν παντὶ τῷ βίῳ καὶ ἐν ὥρα τῇ φοβερᾶ, τοῦ πικροῦ θανάτου, βοήθει θείε Νόε, Ἀρχάγγελε Κυρίου Μιχαὴλ ἀξιΰμνητε.
Ξυνωρίς ἀοίδιμε καὶ Δυάς, ἄυλοι καὶ Θεῖοι διασώσατε τοὺς πιστῶς, ὑμᾶς εὐφημοῦντας, ἐκ παντοίων κινδύνων, Ἀρχάγγελοι Κυρίου Μιχαὴλ καὶ Γαβριὴλ.
Ἀρχάγγελοι, Ἄγγελοι καὶ Ἀρχαί, Δυνάμεις καὶ Θρόνοι, Κυριότητες, Σεραφείμ, σεπταὶ Ἐξουσίαι καὶ Χερουβεὶμ οἱ θεῖοι, ὑπὲρ ἡμῶν τὸν Κτίστην καθικετεύσατε.
Θεοτοκίον.
Τὴν ὑψηλοτέραν τῶν Οὐρανῶν καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ Κόσμου, ὕμνοις τιμήσωμεν.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Άπολυτίκιον.Ἦχος δ΄.
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς, ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι τειχίσητε ἡμᾶς, σκέπη τῶν πτερύγων τῆς ἀύλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε ἐν ᾠδαῖς Πνευματικαῖς, Νόων Ἀσωμάτων τῶν θείων, Ἀρχιστρατήγους κλεινούς, πόθῳ ἀνυμνήσωμεν πρὸς αὐτοῦς λέγοντες· Μιχαὴλ ὑπερένδοξε καὶ Γαβριὴλ θεῖε, σώσατε, Πανάγιοι, τοὺς Ὀρθοδόξους ἡμᾶς, νόσων τὲ παθῶν καὶ κινδύνων, ταῖς λιταῖς ὑμῶν θεῖοι Νόες, καὶ πρὸς τρίβους σωτηρίας ὁδηγήσατε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Proseyxi.com