Πέμπτη 4 Αυγούστου 2022

Παράκληση στην Παναγία την Γοργοϋπήκοο

ΑΚΟΛΟΥΘΙΑ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΓΟΡΓΟΕΠΗΚΟΟΥ (ή Γοργοϋπηκόου) ΤΗΣ ΙΕΡΑΣ ΜΟΝΗΣ ΔΟΧΕΙΑΡΙΟΥ ΤΟΥ ΑΓΙΟΥ ΟΡΟΥΣ (Εορτή Παναγίας Γοργοϋπηκόου: 1η Οκτωβρίου)

(Ποίημα ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ Μοναχοῦ Ἁγιορείτου)


Ὁ Ἱερεύς·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

῾Ο Ἀναγνώστης· Ἀμήν.

Ψαλμὸς ΡΜΒ’ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμάμου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχήμου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμάμου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημάσου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμάσου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί.

Καί εὐθὺς ὁ Χορός

῏Ηχος δ’.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν• εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν• εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν• εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν• εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 2

Εἶτα τὰ παρόντα Τροπάρια.

῏Ηχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοί καὶ ταπεινοὶ, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς• Δέσποινα, βοήθησον, ἐφ᾿ ἡμῖν σπλαγχνισθεῖσα• σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων• μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς• σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Τῆς Θεοτόκου τῇ εἰκόνι προσδράμωμεν, οἱ ἐν κινδύνοις καὶ Αὐτῇ νῦν προσπέσωμεν, ἀπὸ βαθέων κράζοντες καὶ πόνου ψυχῆς• τάχος ἡμῶν ἄκουσον, τῆς δεήσεως Κόρη, ὡς Γοργοεπήκοος, φερωνύμως κληθεῖσα• Σὺ γὰρ ὑπάρχεις πρόμαχος ἡμῶν, καὶ ἐν ἀνάγκαις ἑτοίμη βοήθεια.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου, λαλεῖν οἱ ἀνάξιοι. Εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ• σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

῾Ο Ἀναγνώστης (χύμα).

Ψαλμὸς Ν’ (50)

Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημάμου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μούἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαίσε. ᾿Ιδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. ᾿Ιδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. ῾Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοίὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμάσου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ῾Ρῦσαίμε ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσάμου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. 3

Εἶτα ψάλλομεν τὸν Κανόνα.

᾿ῼδὴ α΄. ῏Ηχος πλ. δ΄. ῾Υγρὰν διοδεύσας.

῾Υπεραγία Θεοτόκε, Γοργοεπήκοε, σῶσον ἡμᾶς.

Θαυμάτων τῶν Θείων Σου τὴν πληθύν, καὶ τῶν τεραστίων, εὐφημῆσαι ἐπιχειρῶν, Σοῦ δέομαι Κόρη ἐκ καρδίας, Γοργοεπήκοε χάριν παράσχου μοι.

῾Υπεραγία Θεοτόκε, Γοργοεπήκοε, σῶσον ἡμᾶς.

Τὶς οὐκ ἐκπλαγείη τῆς Σῆς Μορφῆς, τὰ θαύματα Κόρη, ἐκ γὰρ ταύτης τῷ λειτουργῷ, Τραπέζης ἐφώνησας τρισσάκις, Γοργοεπήκοος ὅθεν ὠνόμασαι.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Πῶς Σου τὸ τεράστιον ἐξειπεῖν, δυνήσομαι Κόρη; Σὺ γὰρ πρώην τὸν ἀπειθῆ, Μοναχὸν ἀόμματον εἰργάσω, καὶ πάλιν τοῦτον κατέστησας βλέποντα.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Χαῖρε καὶ εὐφραίνου θεία Μονή, τοῦ Δοχειαρίου· Σὺ γὰρ ἔσχες τὴν τοῦ παντός, Κυρίαν καὶ προστάτιδα καὶ σκέπην, καθάπερ Αὕτη σαφῶς ἐπηγγείλατο.

᾿ῼδὴ γ΄. Οὐρανίας ἀψῖδος.

῾Υπεραγία Θεοτόκε, Γοργοεπήκοε, σῶσον ἡμᾶς.

Τοὺς ἀτέκνους εὐτέκνους, Σὺ Μαριὰμ ἔδειξας, καὶ τὰς στειρευούσας μητέρας, Κόρη ἐποίησας, Γοργοεπήκοε, εὐφραινομένας ἐν τέκνοις· τίς οὖν οὐκ ἐξίσταται τὰ μεγαλεῖα Σου;

῾Υπεραγία Θεοτόκε, Γοργοεπήκοε, σῶσον ἡμᾶς.

Βουλγαρία κηρύττει, τῆς Σῆς Μορφῆς θαύματα, ὦ Γοργοεπήκοε Κόρη. Δύσις Ἐώα τε· κρήνη γὰρ γέγονας, βλύζουσα χάριτας πᾶσι, τοῖς προσκαλουμένοις Σου, τὸ Θεῖον Ὄνομα.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Τοῦ καρκίνου τὸ πάθος, ἐκ τῆς χειρὸς οἴχεται, τοῦ σεμνοῦ γυναίου Παρθένε, τῇ ἐπισκέψει Σου· ὅθεν ἡ πάσχουσα, ἐκ τῆς ὀδύνης λυθεῖσα, χαίρουσα ἐκήρυττε τὰ χαριστήρια.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θαυμαστῶς ὡραιώθη, ἡ Σὴ Εἰκὼν Πάναγνε, καὶ ὑπὲρ ἀκτῖνας ἡλίου, φωτίζει ἅπαντας, Γοργοεπήκοε, τίς οὖν αὐτὴν ἐπαινέσει, ἥν περ καὶ οἱ Ἄγγελοι, φόβῳ καλύπτουσιν;

Ἐπάκουσον, Γοργοεπήκοε Κόρη Θεογεννῆτορ, τὰς ἱκεσίας Παρθένε τῶν δούλων Σου, καὶ λύτρωσαι ἐκ παντοίων κινδύνων.

Ἀπέλασον, τῆς ἀθυμίας τὰ νέφη ἐκ τῆς ψυχῆς μου, καὶ χαρὰν ἁγνὴ τῷ Σῷ ἱκέτῃ παράσχου μοι, ὡς τῆς χαρᾶς τὸ δοχεῖον ὑπάρχουσα.

῏Ηχος β’. Πρεσβεία θερμή.

Πολέμοις Ἁγνή, πολλοῖς περικυκλούμενοι, ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων Δέσποινα· Σοὶ θερμῶς κραυγάζομεν, θραῦσον τὰ τούτων ὅπλα τῷ κράτει Σου, καὶ εἰρηναίαν δὸς ἡμῖν ζωήν, τοῖς Σοῖς οἰκέταις, Γοργοεπήκοε.

᾿ῼδὴ δ΄. Εἰσακήκοα Κύριε.

῾Υπεραγία Θεοτόκε, Γοργοεπήκοε, σῶσον ἡμᾶς.

Εἰς τὰ πέρατα ἅπαντα, ἡ Θαυματουργός Σου Εἰκὼν τεθρύληται, καὶ νῦν πάντες ἐν τῷ στόματι, τὴν Γοργοεπήκοον προφέρουσι.

῾Υπεραγία Θεοτόκε, Γοργοεπήκοε, σῶσον ἡμᾶς.

Καὶ κατ’ ὄναρ, Παντάνασσα, ἀλλὰ καὶ καθ’ ὕπαρ, Γοργοεπήκοε, φαινομένη τὰ θαυμάσια, ἐκτελεῖς ἐν κόσμῳ τὰ παράδοξα.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Τίς Σου, Κόρη, τὸ ὄνομα, ἐν ἀνάγκῃ πάσῃ ἐπεκαλέσατο, καὶ γοργῶς αὐτοῦ οὐκ ἤκουσας, ὡς Γοργοεπήκοος ὑπάρχουσα;

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μακαρία γεγένησαι, ὦ Δοχειαρίου Μονὴ ἐπίσημε, τὴν εἰκόνα γὰρ ἐπλούτησας, Γοργοεπηκόου τὴν πανσέβαστον.

᾿ῼδὴ ε΄. Φώτισον ἡμᾶς.

῾Υπεραγία Θεοτόκε, Γοργοεπήκοε, σῶσον ἡμᾶς.

Πῶς Σου τὴν μορφήν, ὁ ἀνάξιος θεάσωμαι, Γοργοεπήκοε Παντάνασσα, μεμολυσμένοις ὀφθαλμοῖς μου τὴν πανάσπιλον.

῾Υπεραγία Θεοτόκε, Γοργοεπήκοε, σῶσον ἡμᾶς.

Θάλασσα καὶ γῆ, τῆς εἰκόνος Σου τὰ θαύματα, Γοργοεπήκοε, κηρύττουσι· τῶν Σῶν χαρίτων γὰρ ταῦτα ἄμφω ἀπήλαυσαν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Κλέπτην φανεροῖς, τὸν τὰ χρήματα συλήσαντα, τὰ τοῦ πλησίον, Μητροπάρθενε, καὶ ἀποδίδως δικαίως ταῦτα τῷ ἔχοντι.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶδος τὸ σεπτόν, ἐμφερείας Σου Πανύμνητε, ὡς φῶς λαμπρύνει πάντας βλέποντας, καὶ προσκυνεῖν αὐτό, πείθει καὶ κατασπάζεσθαι.

᾿ῼδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.

῾Υπεραγία Θεοτόκε, Γοργοεπήκοε, σῶσον ἡμᾶς.

Φιλόστοργος ὥσπερ Μήτηρ Δέσποινα, ὁραθεῖσα προσεκάλεις τὸν παῖδα, πρὸς ἑαυτήν, ἕως οὗ ἐλυτρώσω, ἐκ τῆς χειρὸς τῶν ληστῶν Μητροπάρθενε· ἀλλ’ εὕροιμέν Σε καὶ ἡμεῖς, οἱ Σοὶ δοῦλοι Μητέρα φιλόστοργον.

῾Υπεραγία Θεοτόκε, Γοργοεπήκοε, σῶσον ἡμᾶς.

Οὐκ ἔχομεν οἱ οἰκτροὶ οἰκέται Σου, ἄλλην πλὴν Σου προστασίαν καὶ σκέπην· διὸ Ἁγνή, ἐκ καρδίας βοῶμεν, ἀπὸ κινδύνου παντὸς ἐλευθέρωσον, τὴν Μάνδραν σου τὴν Ἱεράν, καὶ πιστούς, τοὺς πρὸς Σὲ καταφεύγοντας.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ὡς ἔσωσας θαλαττίου κλύδωνος, τοὺς φωνήσαντας τὴν θείαν Σου κλῆσιν, οὕτως ἡμᾶς, αἰσθητοῦ ναυαγίου, καὶ νοητοῦ, Θεοτόκε, διάσωσον, καὶ ὅρμισον εἰς γαληνούς, σωτηρίας λιμένας τοὺς δούλους σου.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁκόσμος Σὲ σωτηρίαν κέκτηται, καὶ θερμήν ἐν πειρασμοῖς προστασίαν· ὅθεν Ἁγνή, τῇ σεπτῇ σου εἰκόνι, ἁπανταχόθεν προστρέχουσιν ἄνθρωποι, καὶ πάντες Σὲ καταφυγήν, καὶ παράκλησιν Κόρη εὑρίσκουσι.

Ἐπάκουσον, Γοργοεπήκοε Κόρη Θεογεννῆτορ, τὰς ἱκεσίας Παρθένε τῶν δούλων Σου, καὶ λύτρωσαι ἐκ παντοίων κινδύνων.

Ἀπέλασον, τῆς ἀθυμίας τὰ νέφη ἐκ τῆς ψυχῆς μου, καὶ χαρὰν ἁγνὴ τῷ Σῷ ἱκέτῃ παράσχου μοι, ὡς τῆς χαρᾶς τὸ δοχεῖον ὑπάρχουσα.

῏Ηχος β’. Τὰ ἄνω ζητῶν.

Πελάγει δεινῷ, τοῦ βίου χειμαζόμενοι, καὶ παντοίων παθῶν, τρικυμίαις ποντούμενοι, καὶ σάλῳ περιπίπτοντες, Παρθένε πειρασμῶν, εἰς μορφήν Σου τὴν σεπτὴν καταφεύγομεν θερμῶς, ὡς εἰς λιμένα εὔδιον, ἔκτεινον ἡμῖν χεῖρα, ὡς Πέτρῳ ὁ Υἱός σου, καὶ κλυδωνίου ἐκ παντὸς ἡμᾶς Κόρη λύτρωσαι.

Καὶ εὐθὺς τὸ Προκείμενον.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)

Στίχ. ῎Ακουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Ὁ Ἱερεύς· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον. (ἐκ γ’)

Ὁ Ἱερεύς· Σοφία. Ὀρθοὶ, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.

Ὁ Ἱερεύς· ᾿Εκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Ἱερεύς·

(Λουκ. α΄ 39-49, 56)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς Πόλιν ᾿Ιούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλία αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; ᾿Ιδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πvεύμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴv ταπείvωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦv μακαριοῦσί με πᾶσαι αἱ γεvεαί. Ὅτι ἐποίησέμοι μεγαλεῖα ὁ Δυvατός, καὶ ἅγιοv τὸ ὄvομα αὐτοῦ. Ἔμεινε δὲ Μαριάμ σὺv αὐτῇ ὡσεὶ μῆvας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκοv αὐτῆς.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ εἶτα• ῏Ηχος β΄.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Γοργοεπηκόου, ταῖς θείαις Ἱκεσίαις, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. ᾿Ελεῆμον, ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

῏Ηχος πλ. β΄. ῞Ολην ἀποθέμενοι.

Τὴν Γοργοεπήκοον, τῆς Θεοτόκου εἰκόνα, πάντες εὐφημήσωμεν, Σελήνην τὴν ἔνδοξον, καὶ ὁλόφωτον, τὴν λαμπρὰν ἅλωνα, σφαῖραν τὴν οὐράνιον, καὶ πολύαστρον ὑπάρχουσαν· ἄρκτον ἑπτάστερον, δι’ ἧς πρὸς Θεὸν ὁδηγούμεθα· Παρθένον ἀγλαόμορφον, ἄστροις τε πολλοῖς διαυγάζουσαν, Πλειάδα ὡραίαν, καὶ ἶριν ποικιλόχροον, δι’ ἧς, κατακλυσμοῦ ἡμᾶς ῥύεται, πάντοτε ὁ Κύριος.

Ὅμοιον.

Πάντων τὰ αἰτήματα, Γοργοεπήκοε Κόρη, πλήρωσον τῶν δούλων σου, τῶν εἰς Σὲ ἐκ πίστεως, προσιόντων Σοι, καὶ τὴν Σὴν Ἄχραντε, ἐπικαλουμένων, ἀρωγήν τε καὶ ἀντίληψιν· ἐκ πάσης θλίψεως, καὶ ἀσθενειῶν καὶ κακώσεων, ψυχῆς ὁμοῦ καὶ σώματος, ἅπαντας ἡμᾶς ἐλευθέρωσον· ἵνα Σὲ ὑμνῶμεν, δοξάζοντες Χριστὸν τὸν Σὸν Υἱόν, ὅν ἐκδυσώπει Πανύμνητε, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ὁ Ἱερεύς· Σῶσον, ὁ Θεὸς, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν Ὀρθοδόξων καὶ κατάπεμψον ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ• προστασίαις τῶν τιμίων ἐπουρανίων, Δυνάμεων ἀσωμάτων• ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου προφήτου, Προδρόμου, καὶ βαπτιστοῦ ᾿Ιωάννου• τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων• τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ ᾿Ιωάννου τοῦ Χρυσοστόμου• Ἀθανασίου καὶ Κυρίλλου, ᾿Ιωάννου τοῦ ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου, ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας καὶ Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν θαυματουργῶν• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρου τοῦ Τύρωνος καὶ Θεοδώρου τοῦ Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου• τῶν ἁγίων ἐνδόξων καὶ Καλλινίκων Μαρτύρων• τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν• (τοῦ ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω)• τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων ᾿Ιωακεὶμ καὶ ῎Αννης• (τοῦ ἁγίου τῆς ἡμέρας) καὶ πάντων σου τῶν Ἁγίων. Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε• ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου, καὶ ἐλέησον ἡμᾶς.

Ὁ Χορός· Κύριε, ἐλέησον. (12άκις)

Ὁ Ἱερεύς· ᾿Ελέει καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς᾿ῼδὰς τοῦ Κανόνος.

᾿ῼδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.

῾Υπεραγία Θεοτόκε, Γοργοεπήκοε, σῶσον ἡμᾶς.

Τοῖς τυφλοῖς ἐχαρίσω ὀφθαλμῶν τὴν τοῦ βλέπειν, Κόρη ἐνέργειαν, ἀλλὰ καὶ ψυχῆς τὰς κόρας, ἡμῶν καταφωτίσας καὶ τοῦ σώματος Ἄχραντε, ὅπως ὑμνῶμεν ἀεὶ σεπτά Σου μεγαλεῖα.

῾Υπεραγία Θεοτόκε, Γοργοεπήκοε, σῶσον ἡμᾶς.

Τοῖς κωφοῖς τὸ ἀκούειν ἐδωρήσω, Μαρία Γοργοεπήκοε· ἀλλὰ καὶ ἡμῶν πάντων, διάνοιξον τὰ ὦτα τῆς ψυχῆς καὶ τοῦ σώματος, ὅπως ὑμνῶμεν ἀεὶ σεπτά Σου μεγαλεῖα.

Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Τ

ῆς πληγῆς τῆς ἀκρίδος, ὥσπερ πάλαι ἐῤῥύσω τοὺς προσφυγόντας Σοι, οὕτως ἡμᾶς ἐκ ταύτης, καὶ πάσης ἄλλης βλάβης ἀπολύτρωσαι, Δέσποινα, ὅπως ὑμνῶμεν ἀεὶ σεπτά Σου μεγαλεῖα.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὡς ἠνώρθωσας πρώην τὸν παράλυτον, Κόρη Γοργοεπήκοε, οὕτως ἡμᾶς κατ’ ἄμφω, θερμῇ Σου προστασίᾳ, παρειμένους ἀνόρθωσον, ὅπως ὑμνῶμεν ἀεὶ σεπτά Σου μεγαλεῖα.

᾿ῼδὴ η΄. Τὸν Βασιλέα τῶν Οὐρανῶν.

῾Υπεραγία Θεοτόκε, Γοργοεπήκοε, σῶσον ἡμᾶς.

Ἀπὸ παντοίων ἀῤῥωστημάτων, Παρθένε, ἡμᾶς ῥῦσαι θερμῇ Σου προστασίᾳ, ὥσπερ τούτων, Κόρη, πολλοὺς ἐῤῥύσω πάλαι.

῾Υπεραγία Θεοτόκε, Γοργοεπήκοε, σῶσον ἡμᾶς.

Πηγὴ θαυμάτων, Γοργοεπήκοε Κόρη, ἡ Εἰκὼν σου δέδεικται τῷ κόσμῳ, ἐξ ἧς οἱ διψῶντες ἀρύονται εἰς κόρον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.



πολωλότα Σὺ φανεροῖς, Θεοτόκε, καὶ παρέχεις χαρὰν τοῖς εὑροῦσιν· ὡς πολλὴ ὑπάρχει Εἰκόνος Σου ἡ χάρις.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τῇ προσταγῇ Σου, Γοργοεπήκοε Κόρη, πειθαρχοῦσι πάντα τὰ στοιχεῖα, ἐξ ὧν πάντας ῥύῃ τοὺς Σὲ προσκαλουμένους.

᾿ῼδὴ θ΄. Κυρίως Θεοτόκον.

῾Υπεραγία Θεοτόκε, Γοργοεπήκοε, σῶσον ἡμᾶς.

Συνάχθητε προθύμως, πρὸ τῆς σεπτῆς Εἰκόνος, Δοχειαριτίσσης νοσούντων τὰ συστήματα, ὁ ᾿Ιατρὸς γὰρ ἐν ταύτῃ μένει ὁ ἄμισθος.

῾Υπεραγία Θεοτόκε, Γοργοεπήκοε, σῶσον ἡμᾶς.

Εἰκὼν ἡ Ἱερά Σου, ἄλλη ἀνεδείχθη, τοῦ Σιλωὰμ κολυμβήθρα, Πανύμνητε, ἀποκαθαίρουσα νόσους ψυχῆς καὶ σώματος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Μονῆς Δοχειαρίου, ὡς λαμπὰς ἐξῆλθε, τῆς Θεοτόκου Εἰκὼν ἡ πανσέβαστος, καὶ καταλάμπει τοὺς Ταύτην πιστῶς γεραίροντας.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰκόνι τῇ ἁγίᾳ, Γοργοεπηκόου οἱ ἐν κινδύνοις προσπεύσατε ἅπαντες, καὶ τῶν θαυμάτων τὴν χάριν ἄφθονον λήψεσθε.

Καὶ εὐθὺς, τό·

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ θυμιᾷ ὁ Ἱερεύς τὸ Ἅγ. Θυσιαστήριον, τὰς Ἁγίας Εἰκόνας,

καὶ τὸν Λαόν, καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα Μεγαλυνάρια.

Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν, λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

Γ

οργοεπηκόου τὴν θαυμαστήν, καὶ σεπτὴν Εἰκόνα, προσκυνήσωμεν ἀδελφοί, θαύματα τελοῦσαν, καὶ βρύουσαν ἰάσεις, καὶ ταύτην μετὰ πόθου κατασπασώμεθα.

Ἔχοντες Εἰκόνα Σου τὴν σεπτὴν, ἀνύμφευτε Κόρη, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν ταύτη, καιρῷ τῷ τῶν κινδύνων, καὶ ἐπηρείας πάσης ἀπολυτρούμεθα.

Νῦν καιρὸς ἀνάγκης ἦλθεν ἡμῖν, νῦν παρέστη χρεία, βοηθείας Κόρη τῆς Σῆς, λύτρωσαι οὖν πάσης, ἀνάγκης καὶ κινδύνου, καὶ χεῖρα βοηθείας τάχιστα ὄρεξον.

Ἔχει μὲν Παρθένε ὁ Οὐρανός, Σῶμα καὶ ψυχήν Σου, ἐξαστράποντα φαεινῶς, ἔχει δὲ μορφήν Σου Μονὴ Δοχειαρίου, τὴν ἐπικαλουμένην Γοργοεπήκοον.

Ἀρόν σου τὰ ὄμματα Μαριάμ, καὶ ἴδε εὐσπλάχνως, τοὺς Εἰκόνι Σου τῇ σεπτῇ, παρεστῶτας Κόρη, καὶ Σὲ παρακαλοῦντας, καὶ πλήρωσον αἰτήσεις τούτων Πανύμνητε.

Ἴδοιμι Παρθένε ψυχορραγῶν, ἐν καιρῷ θανάτου, τὴν Εἰκόνα Σου τὴν σεπτὴν, παραμυθουμένην, καὶ ἱλαρῶς ὁρῶσαν, καὶ ὄψεις τῶν δαιμόνων ἀποδιώκουσαν.

Τέτρωμαι τῷ πόθῷ Σου Μαριάμ, φλέγει με ὁ ἔρως, καθορᾶν Σου τῆς ἱερᾶς, Εἰκόνος Παρθένε, τὸ κάλλος καὶ τὴν δόξαν, καὶ κόρον οὐ λαμβάνω τοῦ μεγαλύνειν Σε.

Τὶ ἀνταποδώσομεν οἱ οἰκτροί, δοῦλοί Σου, Παρθένε, ἀντὶ χάριτος τῆς πολλῆς, ἥνπερ ἀνεδείξω, ἡμῖν χαρισαμένη, εἰκόνα Σου τὴν θείαν πλοῦτον οὐράνιον;

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

῾Ο Ἀναγνώστης τὸ Τρισάγιον.

Ἅγιος ὁ Θεός, Ἅγιος ᾿Ισχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (τρίς)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι• καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον• Κύριε, ἐλέησον• Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι• καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου• ἐλθέτω ἡ Βασιλεία σου• γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον• καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱερεύς· ῞Οτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Καὶ εὐθὺς ψάλλεται τὸ Ἀπολυτίκιον.

Ὡς θεόβρυτον κρήνην τῶν ἀΰλων χαρίτων Σου τὴν θαυματουργόν Σου Εἰκόνα, Θεοτόκε πλουτήσαντες, ἐκ ταύτης τῶν θαυμάτων τάς ροάς, ἀντλοῦμε δαψιλῶς ὡς ἐξ Ἐδὲμ• Σὺ γὰρ Γοργοεπήκοος βοηθός, πέλεις τῶν ἐκβοώντων σοι. Δόξα τοῖς σοῖς χαρίσμασιν Ἁγνή• δόξα τῇ παρθενία Σου• δόξα τῇ πρὸς ἡμᾶς Σου ἀνεκφράστῳ προνοία Ἄχραντε.

Ὁ Ἱερεύς· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ Χορός· Κύριε, ἐλέησον. (ἐκ γ’)

Ὁ Ἱερεύς· Ἔτι δεόμεθα, ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ὁ Χορός· Κύριε, ἐλέησον. (ἐκ γ’)

Ὁ Ἱερεύς· Ἔτι δεόμεθα, ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἀμαρτιῶν, τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης.

Ὁ Χορός· Κύριε, ἐλέησον. (ἐκ γ’)

Ἱερεύς· Ἔτι δεόμεθα, καὶ ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ ….

Ὁ Ἱερεύς μνημονεύει τοὺς πιστούς, ὑπὲρ ὧν γίνεται ἡ παράκλησις.

Μεθ’ ἑκάστην δέησιν ψάλλομεν το· Κύριε, ἐλέησον (τρίς).

Ὁ Ἱερεύς· …. μετὰ τῶν συζύγων, τέκνων, γονέων, ἀδερφῶν καὶ συγγενῶν, καὶ πάντων τῶν παρακολουθούντων τὴν ἱεράν παράκλησιν ταύτην.

Ὁ Χορός· Κύριε, ἐλέησον. (ἐκ γ’)

Ὁ Ἱερεύς· Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου• ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καίδιασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεήσαι ἡμᾶς.

Ὁ Χορός· Κύριε, ἐλέησον. (40′)

Ὁ Ἱερεύς· Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ Χορός· Κύριε, ἐλέησον. (ἐκ γ’)

Ὁ Ἱερεύς· Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν• καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς ποιεῖ τὴν μικρὰν Ἀπόλυσιν.

Ὁ Ἱερεύς· Δόξα σοι, Χριστέὁ Θεός, ἡ ἐλπίς ἡμῶν, δόξα σοι.

Ὁ Χορός· Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι• καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον• Κύριε, ἐλέησον• Κύριε, ἐλέησον• Πάτερ ἅγιε, εὐλόγησον.

Ὁ Ἱερεύς· Χριστός ὁ ἀληθινός Θεός ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός• τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων• τῶν ἁγίων ἐνδόξων καὶ Καλλινίκων Μαρτύρων• τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν• τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων ᾿Ιωακεὶμ καὶ ῎Αννης καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθός καὶ φιλάνθρωπος.

Μετὰ τὴν Ἀπόλυσιν ψάλλομεν ἀργῶς τὰ κάτωθι τροπάρια.

῏Ηχος β΄. Πάντων προστατεύεις ἀγαθή.

Πάντας τοὺς τὴν θείαν καὶ σεπτὴν, Σοῦ ἀσπαζομένους Εἰκόνα, Γοργοεπήκοε, νόσων ἐλευθέρωσον ψυχῆς καὶ σώματος· ἐξ ἐθνῶν ἐπιθέσεως, λιμοῦ, λοιμοῦ Κόρη, πυρός τε καὶ σεισμοῦ, ἀκρίδος χαλάζης τε κάμπης καὶ ἄλλης πληγῆς· ἵνα ἐκ παντοίων κινδύνων, πάντοτε λυτρούμενοι πάντες, Σοῦ τὸ θεῖον ὄνομα δοξάζωμεν.

῏Ηχος πλ. δ΄.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

῏Ηχος β΄.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπὸ τὴν Σκέπην Σου.

Ὁ Ἱερεύς· Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε ᾿Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ὁ Χορός· Ἀμήν.
 
http://www.monastiria.gr

Τα θυμάσαι τα αδέρφια σου;

Έχουμε να γράψουμε ιστορία ακόμη...