Κυριακή 12 Νοεμβρίου 2017

Παρακλητικός κανών Αγίου Ιωάννη ελεήμονος

σχόλιο Γ.Θ : Αφιερώστε 10 λεπτά "μιλώντας" στους Αγίους. Οι καλύτεροί μας φίλοι περιμένουν να μας βοηθήσουν αρκεί να το ζητήσουμε. Η επικοινωνία με την Αιωνιότητα αρχίζει από αυτή την ζωή  


(Ἀρχιμανδίτου Νικοδήμου Ἀεράκη, 2006)

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν Ἰωάννην ἐπισκόπων τὸ κλέος, πανευλαβῶς ἐγκωμιάσωμεν ὕμνοις, θεοφιλῶς δὲ εἴπωμεν αὐτῷ ἐν χαρᾷ, στήριξον ταῖς ἱκεσίαις σου, εὐσεβεῖς ἐλεήμονας, φώτισιν διδοὺς αὐτοῖς, ἐλεεῖν ἐν ἀγάπῃ, ἐπιμελεῖσθαί τε τῶν ἐνδεῶν, ὡς ἐκδιδάσκει, Χριστὸς ὁ φιλάνθρωπος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν Θεοτόκον ἐν ᾠδαῖς εὐφημοῦμεν, καὶ μεγαλύνομεν Αὐτῇ ἐκβοῶντες· τὴν Ἐκκλησίαν στήριξον Παρθένε σεμνή, φρούρησον ἐν τῇ δυνάμει σου, ὀρθοδόξων συστήματα, σῶσον τοὺς τιμῶντάς Σε ἐξ ἐχθρῶν ἀοράτων, καὶ ἐκ κινδύνων πλείστων χαλεπῶν, Σὺ γὰρ ὑπάρχεις, βροτῶν ἡ ἀντίληψις.

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καὶ κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καὶ ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγώ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καὶ τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καὶ πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀποῤῥίψῃς με ἀπό τοῦ προσώπου Σου καὶ τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καὶ ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τό στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἠ ἀκροστιχίς: Ἰωάννῃ Ἐλεήμονι, ἔπαινος τοῦ Νικοδήμου.

Ωδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Ἰσχὺν τὴν τοῦ Πνεύματος ἐκζητῶ, ὑμνῆσαι ἀξίως, Ἰωάννην τὸ ἀρετῆς, ὑπόδειγμα θεῖον τῆς ἀγάπης, καὶ τοῦ ἐλέους πηγὴν ἀνεξάντλητον.

Ὢ Πάτερ φιλάνθρωπε καὶ σεπτέ, Χριστοῦ Ἰωάννη, ἀφομοίωμα ἀληθές, ἱκέτευε Λόγον ὑπὲρ δούλων, ἐπιθυμούντων μιμεῖσθαι τὸ ἔργον σου.

Ἀγάπης ἀπαύγασμα ἱερόν, τῆς Ἀλεξανδρείας, ἱεράρχης θεοφιλής, πενήτων τροφεὺς καὶ ὑποφήτης, Χριστιανῶν Ἰωάννη γεγένησαι.

Θεοτοκίον.

Ναὸς ἀνεδείχθης ὑπερφυής, τοῦ Λόγου Παρθένε, ὡς κυήσασα ἐν γαστρί, ἐκ Πνεύματος θείου τὸν Σωτῆρα, τῶν πεπτωκότων βροτῶν παναμώμητε.

Ωδὴ γ΄. Οὐρανίας ἀψίδος.

Νικητὴς Ἰωάννη πρὸς οὐρανὸν ἔδραμες, εἰς σαββατισμὸν παραδείσου, ὡς ἐλεήμων σεπτός, καθικετεύων Χριστόν, τοῦ ἐνισχύειν ἐν ἔργοις, τῆς ἀγάπης ἅπαντας, τοὺς σὲ γεραίροντας.

Ἠξιώθης δεχθῆναι ὑπερφυὲς ὅραμα, εἰς τὸ ἐλεεῖν Ἰωάννη, σὲ προσκαλοῦν ἀληθῶς, τοὺς ἀδελφοὺς τοῦ Χριστοῦ, τοὺς ἐνδεεῖς καὶ ἀθλίους, ὑπὲρ ὧν ἐσταύρωται, Χριστὸς ὁ Κύριος.

Ἐνδεῶν ἀνεδείχθης ὁ φροντιστὴς ἔνδοξε, καὶ ἀδικουμένων προστάτης, καὶ πενομένων τροφεύς, φιλανθρωπίας Χριστοῦ, ὦ Ἰωάννη ὁ κήρυξ, καὶ ἡμῶν μακάριε, ἅγιον πρότυπον.

Θεοτοκίον.

Λόγου Μῆτερ ὁρῶν Σε ἐν οὐρανοῖς πέλουσαν, πᾶσιν ἀναγγέλλω Σὴν δόξαν, καὶ τὰ θαυμάσια, διὸ Σοῦ δέομαι, ἐν ταπεινώσει καρδίας, τοῦ τηρεῖν με ἄτρωτον, βελῶν τοῦ ὄφεως.

Καταύγασον, τὸν νοῦν ἡμῶν καὶ καρδίαν ὦ Ἱεράρχα, ἵνα πάντες τῶν ἐνδεῶν ἐν ἔργοις φροντίζομεν, ὡς σὺ Ἰωάννη παντελεῆμον.

Στερέωσον, τοὺς τὸν Υἱόν Σου δοξάζοντας Θεοτόκε, ἐν τῇ πίστει τῇ ἀληθεῖ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Πενήτων Πατήρ, Χριστοῦ τὸ ἐκτύπωμα, πιστῶν ἀρωγός, τῶν ἔργων ὁ διδάσκαλος, Ἰωάννης ὁ ἔνθεος, ὀρθοδόξου πίστεως πρόμαχος, ἐν οὐρανοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύει ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.

Ωδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἐπόθησας Ἅγιε τῆς Σιὼν τὸν πλοῦτον καὶ τὴν ἀνάπαυσιν, διὸ Λόγῳ διηκόνησας, ἐνδεέσι βοηθῶν ἐν χάριτι.

Ἡλιόμορφον Κύριον, Ἐλεῆμον λόγοις σου καθικέτευσον, τοῦ στηρίξαι τοὺς τιμῶντάς σε, ἐν ἀγάπῆς ἔργοις καὶ ἁγιότητος.

Μιμηθεὶς τὸν Θεάνθρωπον, Ἰωάννη τούτῳ κατηκολούθησας, ἐλεῶν ἐν ἱλαρότητι, καὶ διδάσκων ἔργῳ τὸ φιλάνθρωπον.

Θεοτοκίον.

Ὄντως χάριν δεδώρησαι, τῷ βροτείῳ γένει Θεοχαρίτωτε, ὡς γεννήσασα τὸν Κύριον, καὶ Θεὸν τοῦ σύμπαντος πανάχραντε.

Ωδὴ ε΄. Φώτισον ἡμᾶς.

Νοῦν τε καὶ ψυχήν, τῇ σῇ χάριτι καθάρισον, ἵνα ὁρῶ ὦ Πάτερ τὸν Ἰησοῦν, ἐν ἀδελφῶν ἐλαχίστων, τῷ βίῳ πάντοτε.

Ἴθυνον κλεινέ, τῆς ψυχῆς ἡμῶν τὸ φρόνημα, Ἀλεξανδρείας Ἰωάννη πρὸς τὸν Χριστόν, ἵνα ἐν ἔργοις εὐχαῖς σου, πένητας θρέψωμεν.

Εὔφρανον ἡμᾶς, τῇ σῇ χάριτι τρισόλβιε, φιλανθρωπίαν διδάσκων θεοφιλῆ, ὦ Ἰωάννη, ἐλέους Θεοῦ ἐπώνυμε.

Θεοτοκίον.

Πόματι ζωῆς, Ζωοδόχε Σὺ κατάρδευσον, τοὺς προσκυνοῦντας τὸν Τόκον Σου ἁγνή, τὸν Ζωοδότην, καὶ Κύριον πάσης κτίσεως.

Ωδὴ στ΄. Τὴν δέησιν.

Ἀμάραντον, ἐκ Θεοῦ ἐδέξατο, Ἰωάννης Ἐλεήμων τὸ στέφος, ἐν τῇ ζωῇ τῇ ἀγήρῳ καὶ θείᾳ, συνευφραινόμενος Λόγῳ παντάνακτι, αὐτοῦ λιταῖς ὦ Ἰησοῦ, ἡμῖν τὴν χάριν σου δώρησαι.

Ἰσχύϊ σου, τὴν ψυχήν μου κράτυνον, ποντουμένην ἐν ταῖς ζάλαις τοῦ βίου, ὅτι πρὸς σέ, Ἰωάννη προσκλίνω, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος γόνατα, καὶ δέομαι ἐν πειρασμοῖς· ἐκ παθῶν σαῖς πρεσβείαις διάσωσον.

Νοῦν ἔμφρονα, σοῖς ἱκέταις χάρισαι, Ἰωάννη Ἐλεῆμον λιταῖς σου, πρὸς τὸν Χριστόν, ἵνα πόθῳ διώκω, τὴν τοῦ ἐλέους χαρὰν τὴν σωτήριον, ἣν εἴληφας σὺ θαυμαστῶς, ἀναπαύων ψυχὰς τῶν πενήτων σου.

Θεοτοκίον.

Οὐράνιαι, στρατηγίαι τέρπονται, τὴν Σὴν δόξαν καθορῶσαι Παρθένε, ὅτι ἐν Σοί, ὁ Θεὸς ἐσαρκώθη, καὶ οἱ βροτοὶ δι’ Αὐτοῦ ἐλυτρώθημεν, ἀνῆλθες δὲ εἰς οὐρανούς, δευτερεῖα Τριάδος κατέχουσα.

Καταύγασον, τὸν νοῦν ἡμῶν καὶ καρδίαν ὦ Ἱεράρχα, ἵνα πάντες τῶν ἐνδεῶν ἐν ἔργοις φροντίζομεν, ὡς σὺ Ἰωάννη παντελεῆμον.

Στερέωσον, τοὺς τὸν Υἱόν Σου δοξάζοντας Θεοτόκε, ἐν τῇ πίστει τῇ ἀληθεῖ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.

Ἰωάννη ἐλέους ἐγένου ἐπώνυμος, φιλανθρώπων δὲ πάντων διδάσκαλος ἔνθεος, καὶ πιστῶν τῆς Ὀρθοδοξίας πρότυπον σεπτόν, διὸ ἔλαβες ἐν οὐρανοῖς, τὴν Βασιλείαν τοῦ Θεοῦ, καὶ χαρὰν ἀνεκλάλητον, δίδαξον σαῖς πρεσβείαις, τὴν ἐλεημοσύνην, τοῖς εὐφημοῦσί σε πιστῶς, καὶ τιμῶσί σου τὸ ὄνομα.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στίχος: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Εὐαγγέλιον.

Ἐκ τοῦ κατά Ματθαῖον (Κέφ. ια΄ 27-30)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς• πάντα μοί παρεδόθη ὑπό τοῦ Πατρός μου, καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν, εἰμή ὁ Πατήρ, οὐδέ τόν Πατέρα τίς ἐπιγινώσκει εἰμή ὁ Υἱός, καί ὤ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός μέ πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι καγῶ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πράος εἰμί καί ταπεινός τή καρδία καί εὐρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν ἐστι.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Στίχος: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Χαῖρε θεοτίμητε, Ἀλεξανδρείας τὸ κλέος, Ἱεράρχα ἔνθεε, ὀρθοδόξων καύχημα καὶ ἀγλάϊσμα, ἐν χαρᾷ ἔδωκας, τοῖς πτωχοῖς τὸν πλοῦτον, καὶ τὸ δίκαιον ἀπένειμας, τοῖς πᾶσιν ἄριστα, εὐαγγελικῶς θεοπρόβλητε, πτωχείαν θεοδίδακτον, ὄντως Ἐλεῆμον ἠγάπησας, ὅθεν ὑπὲρ πάντων, πενήτων δεομένων σεαυτόν, περιχαρῶς κατατέθυκας, Ἰωάννη ἔνδοξε.

Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Σεπτῶς ἀνευφημοῦμεν Ἰωάννου τὸν βίον ἐκλιπαροῦντες αὐτόν, διδάξαι ἡμᾶς πάντας, λιταῖς αὐτοῦ ἀγάπην, ἵνα σύμψυχοι ψάλλομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τῇ χάριτι Κυρίου κατεστόλισε πάσαις ταῖς ἀρεταῖς τὴν ψυχήν, ὁ μέγας Ἐλεήμων, καὶ ἔψαλλεν ἐνθέως, σὺν ἀπόροις πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁ θεῖος Ἰωάννης ἡ πηγὴ τοῦ ἐλέους ἐν οὐρανοῖς κατοικεῖ, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ἐλεούντων, καὶ βοώντων πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ὑπέρτιμε Μαρία ἐλευθέρωσον πάντας ἐκ τῶν τοῦ πλάνου δεσμῶν, καὶ πύλη μετανοίας, ὑπάνοιξον Παρθένε, τοῖς βοῶσι πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ωδὴ η΄. Τὸν Βασιλέα.

Νενεκρωμένας, ἐξ ἀμελείας καρδίας, σαῖς πρεσβείαις ἀνάστησον Πάτερ, τοῦ τιμᾶν ἐν ἔργοις, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἰσχύϊ Λόγου, ὁ Ἐλεήμων στηρίζει, τοὺς ἐν θλίψει δεινῶς τρυχομένους, σὺν αὐτῷ ὑμνοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Κατατρυφῶντες, τῆς βιοτῆς Ἰωάννου, ἐγκωμίοις αὐτὸν εὐφημοῦμεν, καὶ Χριστὸν ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ὁ Λόγος Κόρη, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, ἐσαρκώθη ὑπὲρ τῶν ἀνθρώπων, ὑφ’ ὧν ἀνυμνεῖται, εἰς πάντας τοὺς αἰῶνας.

Ωδὴ θ΄. Κυρίως Θεοτόκον.

Διέσωσας ἐκ πλάνων, Πάτερ τὸν λαόν σου, ἀγωνισθεὶς ἐν δυνάμει ὡς στόμα Χριστοῦ, Ὃν μεγαλύνειν ἐν ἔργοις, ἡμᾶς ἀξίωσον.

Ἠξίωσαι παμμάκαρ, τὸν Κτίστην θεᾶσθαι, καθικετεύεις δὲ Τοῦτον, ὑπὲρ τῶν θερμῶς, ἐπιποθούντων συντρέχειν, ἐν ἔργοις πένησιν.

Μεγάλυνον ψυχή μου, ἐν ὕμνοις Ἰωάννην, καὶ καθικέτευε τοῦτον πρεσβεύειν Χριστῷ, ὑπὲρ πιστῶν ἐλεούντων, μετὰ συνέσεως.

Ὁρῶν σὺν τοῖς Ἁγίοις, Χριστὸν Ἰωάννη, ἐπιδαψίλευσον πᾶσι ἀγάπην θερμήν, ἵνα συμπάσχωμεν πένησιν, ὡς ὁ Κύριος.

Θεοτοκίον.

Ὑμνοῦντες Θεοτόκε, Χριστὸν τὸν Υἱόν Σου, καθικετεύομεν πάντες τοῦ δοῦναι ἡμῖν, τῶν ὀφλημάτων τὴν λύσιν, καὶ μέγα ἔλεος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Δεῦτε Ἰωάννην τὸν θαυμαστόν, πενήτων προστάτην, ἀρετῆς τε ὑπογραμμόν, τῆς φιλανθρωπίας, τὸν κήρυκα ἐν ἔργοις, τὸν θεῖον Ἐλεήμονα εὐφημήσωμεν.

Χαίροις τῶν πενήτων ὁ χορηγός, καὶ τῶν ἐν ἀνάγκαις ἀντιλήπτωρ καὶ βοηθός, θεῖε Ἰωάννη, τῆς ἐλεημοσύνης, ἐπώνυμος καὶ τύπος, Χριστοῦ ἀντίγραφον.

Χαίροις τῆς λιτότητος προβολεύς, μάκαρ Ἰωάννη, καὶ ἐλέους ὑπογραμμός, τῆς δικαιοσύνης, ὁ κήρυξ καὶ ἐκφάντωρ, Χριστοῦ τοῦ Βασιλέως, τὸ ἀφομοίωμα.

Ὕμνοις εὐφημήσωμεν ἀδελφοί, θεῖον Ἰωάννην, οἱ ποθοῦντες θεοσεβῶς, τῆς φιλανθρωπίας, τὸ ἔργον ἐκτελέσαι, μιμούμενοι τὸν βίον, αὐτοῦ τὸν ἔνθεον.

Τῆς Ἀλεξανδρείας τὸν φρυκτωρόν, μέγαν Ἰωάννην, ἐλεήμονα καὶ σεμνόν, τιμήσωμεν ὕμνοις, διάκονον πενήτων, καὶ πάντων ὀρθοδόξων, τὸ ἐγκαλλώπισμα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις.

Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε Ἰωάννην ἀδελφοί, τῶν Ἀλεξανδρέων τὸ κλέος, ἐν ἐγκωμίων ᾠδαῖς, πάντες εὐφημήσωμεν καὶ μεγαλύνομεν, τὸ Χριστοῦ ἀφομοίωμα, πενήτων πατέρα, τῶν ἀδικουμένων δέ, προστάτην ἄμαχον, οὗτος, οὐρανίῳ παστάδι, χαίρει σὺν Ἀγγέλοις ἀπαύστως, ἀνυμνῶν Χριστὸν τὸν ὑπεράγαθον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Τα θυμάσαι τα αδέρφια σου;

Έχουμε να γράψουμε ιστορία ακόμη...