Τρίτη 13 Ιανουαρίου 2015

Για την Ελλάδα μας, Άγιε.

σχόλιο Γ.Θ : Στην πρώτη μέρα της ευλογημένης αγιοκατάταξης του αγαπημένου μας Γέροντα, η πρώτη μας παράκληση ας είναι για την Πατρίδα που τόσο αγαπάει και ο ίδιος και που προσεύχεται απ' την δοξασμένη Ουράνια Πατρίδα της Αιωνιότητας.


ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΠΑΪΣΙΟΝ ΤΟΝ ΑΓΙΟΡΕΙΤΗΝ

Ποίημα τοῦ Μητροπολίτου Ἐδέσσης Ἰωήλ

Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ' τὸ Θεὸς Κύριος, καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Ἀθωνίτην θεοφόρον Πατέρα, τὸν ἐν τοῖς χρόνοις τοῖς ἐσχάτοις φανέντα, τὸν ἐκ Φαράσων ἅγιον Παΐσιον, δεῦτε οἱ ἐν θλίψεσιν, ἱκετεύσωμεν πάντες, ὅπως διαφύγωμεν, ταῖς αὐτοῦ ἱκεσίαις, τοῦ βίου πάσας τὰς ἐπιφοράς, οὗτος γὰρ ἔσχε, χαρίσματα πάμπολλα.

Δόξα Πατρί. Τὸ αὐτό. Καὶ νῦν.

Θεοτοκίον
Ο σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις, ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄. Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχὶς
«Δέχου πάτερ Παΐσιε, ἡμῶν αἰτήσεις. Ἰωήλ»

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δοχεῖον χαρίτων ἀναδειχθείς, Παΐσιε πάτερ, μὴ ἐλλείπῃς ταῖς σαῖς εὐχαῖς, ἡμῖν παρασχὼν ὡς ἐλεήμων, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος πρόσφορα.

σχάτως ὡς ἄγγελος τοῦ Χριστοῦ , ὀφθεὶς τὰς καρδίας, ἱκετῶν σου τῶν εὐλαβῶν, ἀνάπαυσον πάτερ καὶ παράσχου, τὸ ἀγαθὸν τῆς εἰρήνης πρεσβείαις σου.

Χοροὶ μοναζόντων καὶ κοσμικῶν, πρὸς σὲ ὁμοφώνως, ἀτενίζουσι τὸν σεμνόν, αἰτούμενοι πάτερ τὴν σὴν χάριν, ἵνα τὸ θράσος τοῦ δράκοντος θραύσωσι.

Θεοτοκίον
κτίσεως πάσης δημιουργός, ἐκ σοῦ τῆς Παρθένου, ἐδανείσθη ὑπερφυῶς, τὴν σάρκα τὴν σὴν διὸ μὴ παύσῃ, τοῦτον ἁγνὴ ὑπὲρ πάντων λιτάζουσα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
πανοῖξαί μοι θέλω, ταῖς σαῖς εὐχαῖς ἅγιε, πύλην παραδείσου τὴν θείαν, Χριστὸς ὁ Κύριος, διὸ πρὸς σὲ τὸν σεμνόν, ἀντιβολῶ καὶ κραυγάζω, σπεῦσον βοηθῆσαί με, πάτερ Παΐσιε.

Πατρικῇ σου φροντίδι, καὶ ἀρωγῇ σκέπασον, νέων τὴν παράταξιν πάτερ, ἐκ τῆς συγχύσεως, τῶν λογισμῶν τοῦ νοός, καὶ τῶν παθῶν τυραννίδος, ὅπως ἂν πορεύωνται, τρίβον σωτήριον.

σωτεύσας θεόφρον, ἐν πονηροῖς πάθεσι, καὶ ἐκδαπανήσας τὸν πλοῦτον, τῆς θείας χάριτος, γυμνὸς περίκειμαι, καὶ ἱκετεύω λιταῖς σου, τὴν στολὴν τοῦ Πνεύματος, ἔνδυσον πάλιν με.

Θεοτοκίον
Τὴν σὴν ἔχω εἰκόνα, ὡς χαρμονὴν Πάναγνε, καὶ παραμυθίαν γενναίαν, ἐν βίῳ πάντοτε, διὸ καὶ ἵσταμαι, πρὸ τῆς ἁγίας μορφῆς σου, καὶ αἰτοῦμαι ἄχραντε, τὴν σὴν ἀντίληψιν.

Διάσωσον, Γέρον Παΐσιε ταῖς ἁγίαις λιταῖς σου, τοὺς αἰτοῦντας σεμνοπρεπῶς τὴν σὴν δύναμιν, καὶ δώρησαι τὴν σὴν χάριν ἑκάστῳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Φαράσων βλαστός, καὶ Ἄθωνος τὸ κλέϊσμα, ὑπάρχων σεπτέ, Παΐσιε πανάρετε, ψυχῆς τε καὶ τοῦ σώματος, τὰ ποικίλα νοσήματα ἴασαι, καὶ τὴν πληθὺν δαιμόνων ἀφ' ἡμῶν, ἀπέλασον τάχιστα ἰσχύϊ σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
πωδύνως τὴν στένωσιν, φέρω τῆς δειλίας, καὶ ἐκφοβίσματα, διὸ πάτερ διασκέδασον, ταῖς πρὸς τὸν Δεσπότην ἱκεσίαις σου.

υπαραῖς καταστάσεσι, τοῦ Θεοῦ τὴν μνήμην, μάκαρ ἀπώλεσα, διὸ δός μοι σὴν βοήθειαν, ὅπως ἀναστῶ ἐκ τῶν πτωμάτων μου.

Παρεδόθην ταῖς θλίψεσι, καὶ στενοχωρίαις πολλαῖς Παΐσιε, διὸ χάρισαι πρεσβείαις, τὴν ἐντός μου ὅσιε εἰρήνευσιν.

Θεοτοκίον
πωλείας τὸν αἴτιον, καὶ τοῦ ψεύδους Μῆτερ μέγαν συνήγορον, τὸν μισάνθρωπον διάβολον, καὶ πειράζοντά με ἐξουθένωσον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
να τῆς ψυχῆς, τῆς ἐμῆς τὸ ἄχθος ἅγιε, ταῖς λιταῖς σου ἀπαλείψῃς παντελῶς, ἱκετεύω σε ἐν πίστει θεοστήρικτε.

Στήριγμα στεῤῥόν, καὶ ἀσπὶς ἀκαταμάχητος, κληρικῶν καὶ μοναζόντων ταῖς εὐχαῖς, ἀναδείχθητι πρὸς Κύριον Παΐσιε.

σος παλαιῶν, ἀσκητῶν φανεὶς Παΐσιε, σοὶ ἐδόθη χαρισμάτων ἡ πληθύς, διὸ ἴασαι τὰ ἕλκη τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον
χουσα ἡ γῆ, σὲ προστάτιδα θεόνυμφε, προσδοκᾷ τὴν εἰρηναίαν βιότην, καὶ δεινῶν ἐπισυμβάσεων περάτωσιν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
δύτητα, τῶν σῶν λόγων ὅσιε, οἱ συνόντες σοι ἐν ὄρει Ἁγίῳ, διατηροῦντες πρὸς σὲ ἐκ καρδίας, καθικετεύουσι Πάτερ Παΐσιε, ταῖς σαῖς λιταῖς τὰς ἐκτροπάς, διανοίας αὐτῶν ἐπανόρθωσον.

Μιμνήσκοντες, τῶν πολλῶν χαρίτων σου, ἐν πολλῇ πρὸς σὲ ἀγάπῃ βοῶμεν, ἐξ ἀναγκῶν καὶ παντοίων κινδύνων, καὶ ψυχικῶν ἀλγηδόνων Παΐσιε, ἐπισκοπῇ σου κραταιᾷ, τοὺς ὑμνητάς σου προστάτευσον πάντοτε.

ς ἄγγελος, ἐκ τοῦ ὄρους Ἄθωνος, ἐν τῇ μάνδρᾳ Σουρωτῆς καταφθάνεις, μοναζουσῶν τὸν χορὸν διδαχαῖς σου, τῆς εὐσεβείας ἀλείπτης γενόμενος, διὸ καὶ νῦν πάντας ἡμᾶς, πρὸς τὰ κρείττω ὁδήγησον ὅσιε.

Θεοτοκίον
Νοσούντων, καὶ τῶν στενόντων Παρθένε, ἀναδείχθητι ἰάτειρα θεία, καὶ ἀνιάτων παθῶν ταῖς λιταῖς σου, θεραπευτὴς τῆς ψυχῆς καὶ τοῦ σώματος, γενοῦ θεόνυμφε ἁγνή, τῶν ἀνυμνούντων σε ᾄσμασι δούλων σου.

Διάσωσον, Γέρον Παΐσιε ταῖς ἁγίαις λιταῖς σου, τοὺς αἰτοῦντας σεμνοπρεπῶς τὴν σὴν δύναμιν, καὶ δώρησαι τὴν σὴν χάριν ἑκάστῳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῶν μοναστῶν καὶ μιγάδων διδάσκαλον, καὶ τῶν ἐν κόσμῳ πιστῶν ἀντιλήπτορα, καὶ ἀσθενούντων ὀξέως ἀκέστορα, σὲ θεοφόρε Παΐσιε ἔχομεν, διὸ καὶ ζητοῦμεν τὴν χάριν σου.

Καὶ εὐθὺς τὸ Προκείμενον.Ἦχος δ΄.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (στ΄ 17 - 23).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, 18 καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· 19 καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ , ὅτι δύναμις παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. 20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί , ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ . 21 μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. 22 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 23 Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου.

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
σιε Παΐσιε, τοῦ Ὄρους Ἄθωνος κλέος, Σουρωτῆς τὸ καύχημα, καὶ Φαράσων γόνος ὁ εὐσυμπάθητος, ἀληθῶς γέγονας, ἐν ἐσχάτοις χρόνοις, διὰ τοῦτο καὶ βοῶμέν σοι, πάσης στενώσεως, καὶ τῶν ἀδοκήτων συμβάσεων, τῆς λύμης τῶν αἱρέσεων, καὶ ἐπηρειῶν τοῦ ἀλάστορος, ἀνιάτων νόσων, ἡμᾶς τοὺς σὲ τιμῶντας εὐλαβῶς, μὴ διαλείπῃς πρεσβείαις σου, συντηρῶν ἑκάστοτε.

Ὁ Ἱερεὺς τό, Σῶσον ὁ Θεὸς τὸν λαόν σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
λγηνῶν νοσημάτων, καὶ δαιμόνων μανίας, καὶ περιστάσεων, τοῦ βίου πολυτρόπων, καὶ πάσης κακουργίας, θεοφόρε Παΐσιε, τῶν κακοτρόπων ἡμᾶς, ἐκλύτρωσαι λιταῖς σου.

ατρείας σωμάτων, καὶ ψυχῆς θεραπείας, ὤφθης Παΐσιε, θεράπων ταῖς εὐχαῖς σου, διὸ τοῖς ἐθισμένοις, ἰοφόροις σκευάσμασι, μὴ διαλείπῃς ἀεί, παρέχων τὴν ὑγείαν.

Τὴν νεότητα πᾶσαν, ἐκ τοῦ λάκκου ἀγνοίας, καὶ ἀθεότητος, καὶ πάσης ἀναρχίας, Παΐσιε παμμάκαρ, ταῖς λιταῖς σου ἐξάγαγε, σὺ γὰρ ἐκτήσω σεμνέ, μεγίστην παῤῥησίαν.

Θεοτοκίον
δυμόλπως Παρθένε, φοβερὰ προστασία, ἀκαταμάχητε, ὑμνῶ σου τὴν εἰκόνα, τὴν ὄντως θεσπεσίαν, ἣν ἐπ' ὤμων ἐκράτησε, Παΐσιος ὁ σεμνός, ὁ δοῦλός σου Μαρία.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Στήριξον πάτερ, ἱκετηρίαις πολλαῖς σου, τοὺς ἐν πάθεσι πληγέντας ἀνιάτοις, ἐκ τῆς λευχαιμίας, καὶ τοῦ πικροῦ καρκίνου.

σμὸν δειλίας, καὶ τῆς φοβίας σῇ ῥώμῃ, ἀπομάκρυνον ἐκ τῶν ἱκετευόντων, σὲ σημειοφόρε, Παΐσιε θεόφρον.

ῷ πορνείας, καὶ ἁμαρτάδων ἀθέσμων, τῆς νεότητος τὰ πλήθη παραπαίει, ὅθεν χεῖρα τούτοις, παράσχου θεοφόρε.

Θεοτοκίον
Σεσαρκωμένος, ἐκ τῆς ἁγίας γαστρός σου, ὁ φιλάνθρωπος Δεσπότης καὶ Υἱός σου, Δέσποινα ἐξῆλθε, τοῦ σῶσαι τοὺς ἀνθρώπους.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
δοὺ ἐν εὐλαβείᾳ, τείνοντες τὰς χεῖρας, καθικετεύομεν πάντες Παΐσιε, μὴ διαλείπῃς φροντίζων ἡμᾶς ἑκάστοτε.

σεὶ τροφὸς καὶ μήτηρ, τοὺς σὲ ἀνυμνοῦντας, ἐν ταῖς ἀνάγκαις τοῦ βίου Παΐσιε, ἀεὶ παράσχου θεόφρον αὐτοῖς τὰ χρήσιμα.

Σουρωτὴ καὶ Ἄθως, καὶ πᾶσα Ἐκκλησία, ἐπικαλεῖταί σε πάτερ Παΐσιε, ὅπως σωφρόνως τὴν τρίβον Χριστοῦ βαδίσωμεν.

Θεοτοκίον
Λοιμοῦ λιμοῦ καὶ ἄλλων, δεινῶν ἐν τῇ Ἑλλάδι, ταῖς σαῖς πρεσβείαις ἐλπίζομεν τάχιστα, ἀπαλλαγῆναι ταχέως σεπτὲ Παΐσιε.

Τὸ Ἄξιόν ἐστι καὶ τὰ παρόντα Μεγαλυνάρια.

Χαίροις τῶν Φαράσων θεῖος βλαστός, Ἄθωνος τοῦ Ὄρους περιάκουστος ἀσκητής, χαίροις τῆς Ἑλλάδος ὁ φωτιστὴς ὁ νέος, Παΐσιε τῶν νέων μέγιστε σύμμαχε.

Χαίροις ὁ διδάσκαλος Σουρωτῆς, τοῦ Σιναίου ὄρους ὁ σεμνότατος ἀσκητής, χαίροις ἐν Κονίτσῃ τῶν συμπατριωτῶν σου, κατοίκων ὄντως τύπος πάτερ πρὸς μίμησιν.

νδρας καὶ γυναῖκας ναρκομανεῖς, καὶ πληθὺν ἀνθρώπων, δαιμονώντων ταῖς σαῖς λιταῖς, καὶ τοὺς ἀσθενοῦντας, πολυειδῶς θεόφρον, Παΐσιε μὴ παύσῃ, σώζων ἑκάστοτε.

Μοναζόντων ὅσιε τὸν χορόν, ταῖς ἱκετηρίαις, πρὸς Δεσπότην διηνεκῶς, ὅσιε βοήθει, ὡς παῤῥησίαν ἔχων, Παΐσιε μεγίστην, θεομακάριστε.

χοντες ὡς μέγιστον θησαυρόν, τὸν σὸν τάφον πάτερ, ἀρυόμεθα οἱ πιστοί, δύναμιν καὶ θάρσος, ἐν τοῖς δεινοῖς τοῦ βίου, Παΐσιε παμμάκαρ, ἄνερ τῆς χάριτος.

Πάτερ ὁσιώτατε τοὺς βροτούς, τοὺς ὑμνολογοῦντας, πολιτείαν σου τὴν σεπτήν, τῇ ἐπισκοπῇ σου, προστάτευσον ἐκ βλάβης, βελίαρ τοῦ ἀρχαίου, τοῦ πολεμήτορος.

Πᾶσαι τῶν ἀγγέλων...

Τρισάγιον.
Εἶτα ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἣν τὸ παρὸν Προσόμοιον.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Πάθη τὰ δυσώδη τῆς ψυχῆς, καὶ τὰ ἀνομήματα πάντα, τὰς ἀῤῥωστίας σαρκός, καὶ τὰ ἐνεργήματα, πολυειδῶν φοβιῶν, τῆς δειλίας τὴν βάσανον, καὶ πάσης ἀνάγκης, ἄγχος καὶ δυνάστευσιν, καὶ τοῦ ἐλθεῖν τὰ κακά, ὅσιε Παΐσιε σπεῦσον, ταῖς πρὸς τὸν Χριστὸν ἱκεσίαις, παῦσαι ἀπὸ πάντων τῶν ὑμνούντων σε.

Δέσποινα πρόσδεξαι...

Τὴν πᾶσαν ἐλπίδα μου...

Ὁ ἱερεύς, Δι’ εὐχῶν...




Τα θυμάσαι τα αδέρφια σου;

Έχουμε να γράψουμε ιστορία ακόμη...