Κυριακή 7 Ιανουαρίου 2018

Χαιρετισμοί Αγίου Ιωάννου του Προδρόμου

 Χαῖρε, Ἄγγελε ἐπίγειε παρουσίας τοῦ Χριστοῦ· χαῖρε, ἄνθρωπε οὐράνιε Βασιλείας τοῦ Θεοῦ 

Ο ἱερεύς:

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

Κοντάκιον ῏Ηχος πλ. δ´.

Τῇ ῾Υπερμάχῳ Στρατηγῷ…

Τῷ ὑπὲρ πάντας ἀληθῶς ῾Αγίους μείζονι, ὁ ὑπὲρ πάντας ἁμα¬ρτὼν τοὺς ἁμαρτήσαντας, τὸ ἐφύμνιον προσφέρω σοι ᾿Ιωάννη, ὡς οὖν ἔχων παρρησίαν πρὸς τὸν Κύριον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι·

χαῖρε κήρυξ τῆς χάριτος.

…………………………..


῎Αρχομαί σοι τὸν ῞Υμνον, Θεοΰμνητε Μάκαρ, χαρᾷ συνειλημμένος καὶ φόβῳ·


Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.


῎Αρχομαί σοι τὸν ῞Υμνον, Θεοΰμνητε Μάκαρ, χαρᾷ συνειλημμένος καὶ φόβῳ·


Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.


῎Αρχομαί σοι τὸν ῞Υμνον, Θεοΰμνητε Μάκαρ, χαρᾷ συνειλημμένος καὶ φόβῳ·


Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.


εὐφημῶν γὰρ ἥδομαι τὰ σά, ἀπορῶν δὲ λόγου δειλιῶ Πρόδρομε, αὐτὸς δὲ ἐνισχύων με παράσχου ἐπαξίως λέγειν·


Χαῖρε, δι’ οὗ ἡ χαρὰ ἐφάνη· χαῖρε, δι᾿ οὗ ἡ ἀρὰ ἐφθάρη.


Χαῖρε, τῶν περάτων γῆς ὁ Διδάσκαλος· χαῖρε, τῶν τεράτων Χριστοῦ ὁ προάγγελος.


Χαῖρε, μῆκος ἁγιότητος φθάνων μέχρις οὐρανοῦ· χαῖρε, πλάτος καθαρότητος ἁγιάζων πᾶσαν γῆν.


Χαῖρε, ὅτι Τριάδα τὴν ῾Αγίαν κατεῖδες· χαῖρε, ὅτι δυάδα ὑλικὴν ὑπερεῖδες.


Χαῖρε, ἀστὴρ δεικνύων τὸν ῝Ηλιον· χαῖρε, φωστὴρ φωτίζων ὑφήλιον.


Χαῖρε, δι᾿ οὗ ὁ Χριστὸς ἐμηνύθη· χαῖρε, δι᾿οὗ ὁ σατὰν ἐμισήθη.


Χαῖρε, κήρυξ τῆς χάριτος.


…………………………………………


Βλέπων γένος ἀνθρώπων κείμενον ἀπανθρώπως, ἀνίσταται Θεὸς φιλανθρώπως, καὶ θελήσας πέμψαι τὸν Υἱόν, ἐκκαθάραι πάντα τὸν ἰὸν τοῦ ὄφεος, προσέπεμψε τὸν Πρόδρομον, κηρύξαι τοῖς ἀνθρώποις λέγειν·


᾿Αλληλούϊα


…………………………………………..


Γέννησιν Ζαχαρίας θυμιάματος ὥρα, μανθάνει τοῦ υἱοῦ δι᾿ Ἀγγέλου· οἷς δ᾿ ἠπίστησε τούτω λαλῶν κατακέκριται μή τι λαλεῖν· βλέψας δὲ ταὴν ἔκβασιν ταῶν λόγων τοῦ Ἀγγέλου, ταὸ λαλεῖν λαμβάνει.


Χαῖρε, ἡ θύρα ταῆς σωτηρίας· χαῖρε, ἡ λύρα ταῆς ᾿Εκκληςίας.


Χαῖρε, Προφητῶν τοῦ Θεοῦ ταὸ συμπέρασμα· χαῖρε, ἀρετῶν ἁπαςῶν ταὸ συμφόρημα.


Χαῖρε, Ἄγγελε ἐπίγειε παρουσίας τοῦ Χριστοῦ· χαῖρε, ἄνθρωπε οὐράνιε Βασιλείας τοῦ Θεοῦ.


Χαῖρε, ταῆς ἐγκρατείας ὁ σοφὸς • χαῖρε, ταῆς ἀκραςίας ὁ ὀξὺς ἀναιρέτης.


Χαῖρε, κρατὴρ τοῦ νέκταρος πάροχε· χαῖρε, λουτὴρ καθάρσεως πρόξενε.


Χαῖρε, πρηστὴρ καυστικὲ ταῆς ἀπάτης· χαῖρε, λαμπτὴρ φαυστικὲ γῆς ἁπάσης.


Χαῖρε, κήρυξ ταῆς χάριτος.


…………………………………


Δεξιοῦται ἀσμένως ἀσπασμῷ ἡ Παρθένος, ἰδοῦσα κυοφόρον τὴν στεῖραν· ὁ δὲ κήρυξ ἔνδον τῆς μηνός, ἐπιγνούς τὸν ἔσω τῆς γαστρὸς Κύριον, ὡς ῥήμασι τοῖς ἅλμασι χρησάμενος ἐβόα λέγων·


᾿Αλληλούϊα


Ἔχαιρον τῇ γεννήσει καὶ ἠρεύνων τὴν κλῆσιν, μαθεῖν οἱ συγγενεῖς ᾿Ιωάννου, γράμμασι δὲ ταύτην ἐκτυπῶν Ζαχαρίας, τέως σιωπῶν φθέγγεται, οἱ δὲ εὐθὺς ἐχάρησαν, ἐθαύμασαν βοῶντες οὕτω·


Χαῖρε, φωνὴν τοῦ Πατρὸς ὁ δήσας· χαῖρε, σιγὴν τοῦ αὐτοῦ ὁ λύσας.


Χαῖρε, τῶν ἀγόνων λαγόνων τὸ κύημα· χαῖρε, τῶν ἀκάρπων τὸ εὔκαρπον βλάστημα.


Χαῖρε, κύκλος ὁ εὐτόρνευτος κέντρον ἔχων τὸν Χριστόν· χαῖρε, κύκνος ὁ ἡδύφωνος πᾶσιν ᾄδων τὰ χρηστά.


Χαῖρε, ὁ ἐκ κοιλίας Μητρικῆς ἡγνισμένος· χαῖρε, ὁ πρὸ κοιλίας τῷ Θεῷ ἐγνωσμένος.


Χαῖρε, πηγὴ θαυμάτων ἀκένωτος· χαῖρε, πληγὴ δαιμόνων ἀνίατος.


Χαῖρε, δι᾿ οὗ ἐφωτίσθη ἡ κτίσις· χαῖρε, δι᾿ οὗ ἐδοξάσθη ὁ κτίστης.


Χαῖρε, κήρυξ τῆς χάριτος.


…………………………………………..


Ζέων θυμῷ ὁ ῾Ηρώδης ἀνελεῖν ὁ ληρώδης, Χριστὸν ζητῶν τὰ βρέφη προστάττει· φθειρομένων δὲ τούτων πικρῶς, ᾿Ιωάννης ὁ θεῖος σοφῶς σέσωστο, κηρύξαι τὴν ἀπόρρητον Θεοῦ οἰκονομίαν λέγων·


᾿Αλληλούϊα


…………………………………….


῏Ηγεν ἐν ταῇ ἐρήμῳ ἡλικίᾳ ἀνήβῳ, Ἄγγελος, ταὸν Ἄγγελον φέρων, καὶ ὁποῖος ἔσται ἐννοῶν, ταὸ μυστήριον οὐκ ἀγνοῶν ἥδετο, καὶ ᾄσμασιν ὡς στέμασι κατέστεφεν αὐ- ταὸν κραυγάζων·


Χαῖρε, ἡ στήλη ταῆς εὐσεβείας· χαῖρε, ἡ πύλη ταῆς Βασιλείας.


Χαῖρε, Μωυςέως τοῦ πάλαι διάδοχε• χαῖρε, Βασιλέως τοῦ πάντων διάκονε


Χαῖρε, μάργαρον κρυπτόμενον ἐν ταῷ λύθρῳ ταῆς σαρκός· χαῖρε, ὄργανον κρουόμενον ἐν ταῷ πλήκτρῳ τοῦ Θεοῦ.


Χαῖρε, ἄρτος στηρίζων νηστευόντων κοιλίας· χαῖρε, οἶνος ἡδύνων σωφρονούντων καρδίας.


Χαῖρε, Χριστοῦ ὁ φέρων ταὸ τρόπαιον· χαῖρε, στερρὸν παθῶν ἀποτρόπαιον.


Χαῖρε, δι᾿οὗ ταὰ ἀρχαῖα παρῆλθε· χαῖρε, δι᾿οὗ ταὰ καινὰ ἐπειςῆλθε.


Χαῖρε, κήρυξ ταῆς χάριτος.


………………………………….


Θαυμαστὴ πάσῃ φύσει ὤφθη ὡς ὑπὲρ φύσιν, ἡ ἐν τῇ ἐρήμῳ σου μετοικία· ἐκ μαστῶν γὰρ εὐθὺς Μητρικῶν πρὸς αὐτὴν μετέβης κατοικεῖν Πρόδρομε, οὐκ οἴνῳ οὐδὲ σίκερα, Θεῷ δὲ ἐντρυφῶν καὶ ψάλλων·


᾿Αλληλούϊα.


…………………………………………..


Ἴθυνάς σου ταὸν δρόμον πρὸς Οὐράνιον δόμον, ἀσκήσεως ἐλθὼν πρῶτος δρόμον· καὶ λαμπρός τα γέγονας σοφέ, καὶ Χριστοῦ δὲ βίου ὑψηλοῦ Πρόδρομος, πρὸς ὃν ἴθυνας ἄπαντας ἀκούεις παρὰ πάντων οὕτω·


Χαῖρε, ἡ ταέχνη ταῆς ἐγκρατείας· χαῖρε, ἡ στάθμη ταῆς ἀκριβείας.


Χαῖρε, ταῆς ἀσκήσεως ἔμψυχον ἄγαλμα· χαῖρε, ταῆς ἀθλήσεως θεῖον ἐκτύπωμα.


Χαῖρε, ὄρος ὁ ἀκρότατος παρθενίας ἀληθοῦς· χαῖρε, νόμος ἐνθεώτατος θεωρίας εὐαγοῦς.


Χαῖρε, ἀκτημοςύνης ὁ λαμπρὸς προηγήτωρ· χαῖρε, ἁγιωςύνης ὁ σοφὸς εἰσηγήτωρ.


Χαῖρε, κανὼν νηστείας Θεόσδοτος· χαῖρε, εἰκὼν ἁγνείας θεόγραφος.


Χαῖρε, ὀρθῆς πολιτείας ὁ γνώμων· χαῖρε, σοφῆς προμηθείας νοήμων.


Χαῖρε κήρυξ ταῆς χάριτος.


…………………………………………


Κόσμου ἡδυπαθείας καὶ σαρκὸς προσπαθείας, ἠλόγησαι καθάπαξ θεόφρον, καὶ ἀκρίδας εἶχές σου τροφήν, ἐκ καμήλου δὲ στολὴν Πρόδρομε, τοῦ πνεύματος οὐ σώματος ἐπίδοσιν ζητῶν καὶ λέγων·


᾿Αλληλούϊα


……………………………………..


Λύτρωσιν ἁμαρτίας, Βάπτισμα μετανοίας, κηρύσσων ἦλθεν ὁ ᾿Ιωάννης, πᾶσι μετανοεῖτε βοῶν, βασιλεία γὰρ τῶν οὐρανῶν ἤγγικε, καὶ χάριν ἐχορήγησε πιστοῖς ὡς ἂν αὐτῷ βοῶσι·


Χαῖρε, βουλῆς τοῦ Θεοῦ ὁ μύστης· χαῖρε, οὐλῆς τῶν ψυχῶν ὁ ῥύστης.


Χαῖρε, χελιδὼν ἡ τὸ ἔαρ μηνύσασα· χαῖρε, ἀηδὼν ἡ Χριστὸν κελαδήσασα.


Χαῖρε, νάμα ὃ ἐξέρρευσε θαυμασίως ἐξ ᾿Εδέμ· χαῖρε, πόμα ὃ ἀνέψυξε τοὺς τακέντας ἐξ ᾿Αδάμ.


Χαῖρε, ὁ τῶν παρόντων ἀμελῶν ὡς μὴ ὄντων· χαῖρε, ὁ τῶν μελλόντων φροντιστὴς ὡς μενόντων.


Χαῖρε, δι ᾿οὗ ὁ πίπτων ἀνίσταται· χαῖρε, δι᾿οὗ ὁ βάλλων ἀφίσταται.


Χαῖρε, ψυχὴν πρὸς Θεὸν ὁ ἐκτείνας· χαῖρε, ὁρμὴν τῆς σαρκὸς ὁ συστείλας.


Χαῖρε, κήρυξ τῆς χάριτος.


………………………………………


Μετανοίας τὸν στάχυν, τῆς ἐρήμου ὁ στάχυς, κελεύει τοὺς ἀκάρπους ἐκφύειν, ἐκκαθάραι ἥκει γὰρ φησίν, ὁ τὸ πτύον ἔχων τῇ χειρὶ Κύριος, καὶ ἀχυρώδης καύσων, συνάξει δὲ ἐγκάρπους λέγων·


᾿Αλληλούϊα


……………………………………..


Νέαν θέλων ὁ Κτίστης ἀναδείξαι τὴν φύσιν, τοῖς ὕδασιν αὐτὴν ἀναπλάττει, καὶ πρὸς τοῦτο φέρει συνεργόν, ὁ βουλήσει πάντα ἐνεργῶν Κύριος, Βαπτίσματος τὸν κήρυκα ᾧ πάντες οἱ πιστοὶ βοῶμεν.


Χαῖρε, φωνὴ τοῦ Θεοῦ ᾿Αγία· χαῖρε, σιγὴ τοῦ ἐχθροῦ τελεία.


Χαῖρε, τῆς οὐσίας βροτῶν τὸ κεφάλαιον• χαῖρε, παρουσίας Θεοῦ τὸ προοίμιον.


Χαῖρε, ὅτι ἐπεχώρησε πᾶσα χάρις ἐπὶ σοί· χαῖρε, ὅτι ὑπεχώρησε πᾶσα πλάνη διὰ σοῦ.


Χαῖρε, ὁ διαπτύσας τὰ ἡδέα τοῦ βίου· χαῖρε, ὁ διαλύσας τὰ πικρὰ τῶν ἐν βίῳ.


Χαῖρε, δι᾿ οὗ ἐδόθη μετάνοια· χαῖρε, δι᾿ οὗ ἐλύθη ἀπόνοια.


Χαῖρε, ᾿Αμνὸν τοῦ Θεοῦ ὁ κηρύξας· χαῖρε, ἁγνὸν ὁ τὸν βίον τηρήσας.


Χαῖρε, κήρυξ τῆς χάριτος.


……………………………………….


Ξένην κένωσιν βλέπων ὁ βαπτίζων τοῦ Λόγου, ἐξίστατο καὶ ἵστατο λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ Σοῦ, καὶ σὺ βαπτισθῆναι πρὸς ἐμὲ γέγονας; ὁ δὲ θαρρεῖν ἐπέταξε καὶ ἔργον ἐκπληροῦντα, λέγων·


᾿Αλληλούϊα


…………………………………….


῾Ο χειρὶ πάντα φέρων σῇ χειρὶ ὑποκλίνει, τὴν Κεφαλὴν ᾿Ιωάννη, οὐ καθάρσεως χρήζων αὐτός, ἀλλ᾿ ᾿Αδὰμ καθαίρων ἐν αὐτῷ· ὅθεν σοὶ ὡς λειτουργῷ τῆς χάριτος, χαρίζεται ἀκούειν ταῦτα.


Χαῖρε, Ἁγίων ἁπάντων μείζων· χαῖρε, Ἀγγέλων οὐδὲν ἐλάττων.


Χαῖρε, γεννητοῖς γυναικῶν ὁ ὑπέρτερος· χαῖρε, γεννετῆς ἐξ αὐτῆς ὁ ὑπέρλαμπρος.


Χαῖρε, κάλαμε τῆς χάριτος νέον νόμον ἐκτυπῶν· χαῖρε, θάλαμε τοῦ Πνεύματος ἐκ πασῶν τῶν ἀρετῶν.


Χαῖρε, ὅτι ἐγένου γεηρῶν ὑπερόπτης· χαῖρε, ὅτι ἐφάνης Οὐρανίων ἐπόπτης.


Χαῖρε, ποιμὴν θρεμμάτων τοῦ Πνεύματος· χαῖρε, λιμὴν πνευμάτων ἀπείραστος.


Χαῖρε, ὁ ῥοῦς ὁ ἐκπλύνων τὰ πάθη· χαῖρε, ὁ νοῦς ὁ Θεοῦ βλέπων βάθη.


Χαῖρε, κήρυξ τῆς χάριτος.


……………………………………….


Πόθος πέπεικεν αἴσχους, τὸν υἱὸν τῆς αἰσχύνης, εἱρκτῆ, τὸν Βαπτιστὴν κατακλεῖσαι· καὶ καλύψαι σπεύδων τὸ κακὸν ἔλαθεν, ἀρίδηλον αὐτὸ θέμενος, ὁ λόγος γὰρ οὐ δέδεται τοῖς ψάλλουσι Κυρίῳ οὕτως.


᾿Αλληλούϊα


……………………………….


Ρήματά σου ὡς βέλη δεδεγμένος ῾Ηρώδης, κεντᾶται ταὴν καρδίαν καιρίαν, οἱ γὰρ ἔλεγχοι ταῷ ἀσεβεῖ μώλωπές εἰσιν ὀδυνηροὶ Πρόδρομε, καὶ θνήσκων ἀνομίᾳ οὐκ ἠνέσχετο βοᾶν σοι ταῦτα.


Χαῖρε, ῾Αγίασμα ὁ παρέχων· χαῖρε, ταὸ μίασμα ὁ ἐπέχων.


Χαῖρε, ταῶν πιπτόντων βροτῶν ἡ ἀνόρθωσις· χαῖρε, προκοπτόντων Θεῷ ἡ βεβαίωσις.


Χαῖρε, ἄυλον ὡς ἄγγελος ἐν γῇ βίον μετελθών· χαῖρε, ἔνυλον ὡς δαίμονα ταὸν ῾Ηρώδην καθελών.


Χαῖρε, ὁ ταῶν ἀρρήτων τοῦ Θεοῦ οἰκονόμος· χαῖρε, ὁ ἀπορρήτων ἀγαθῶν κληρονόμος.


Χαῖρε, καλῶν εὐωδίαν δωρούμενος· χαῖρε, κακῶν δυσωδίαν τροπούμενος.


Χαῖρε, δι᾿ οὗ ὁ ᾿Αδὰμ ἐνεδύθη· χαῖρε, δι᾿ οὗ ὁ ταὰν ἐγυμνώθη.


Χαῖρε, κήρυξ ταῆς χάριτος.


……………………………………………..


Σέλας ἡλίου δίκην ἔστιλβεν ὡς ἐκ δίσκου, τοῦ πίνακος ἡ θεία σου κάρα, καὶ τοῦ σκότους πᾶσαν τὴν ἰσχὺν ἡ ἀκτὶς ἀπήλασεν αὐτῆς Πρόδρομε, ἡμᾶς δὲ καθωδήγησε τῶν φώτων τῷ Πατρὶ κραυγάζειν·


᾿Αλληλούϊα


…………………………………


Τοῦ φωτὸς τὴν λυχνίαν ὁ τοῦ σκότους ἐργάτης, οὐκ ἔφερεν εἰς ἔλεγχον ἔχειν· ὡς γὰρ φίλος ἔργων σκοτεινῶν, παρουσίαν ταύτης σφαλερῶς ἤχθετο· διὸ ἐκ μέσου τίθησιν αὐτὸν μὴ συνιεὶς κραυγάζειν·


Χαῖρε, τὸ στέλεχος τῆς ἁγνείας· χαῖρε, ὁ ἔλεγχος τῆς λαγνείας.


Χαῖρε, τῶν βροτῶν καὶ ᾿Αγγέλων μεθόριον· χαῖρε, οὐρανοῦ καὶ τῆς γῆς τὸ ἐξαίσιον.


Χαῖρε, μέσος ὡς ἀνέτειλας τῶν Θεοῦ διαθηκῶν· χαῖρε, τέλος ὡς γεγένησαι τῶν γραφῶν τῶν νομικῶν.


Χαῖρε, ὁ τἀναντία εἰς ταὐτὸ καταμίξας· χαῖρε, ὁ ἀσαρκίαν ἐν σαρκὶ κατορθώσας.


Χαῖρε, βροντὴ τὸν κόσμον ἐκπλήττουσα· χαῖρε, βροχὴ τὴν κτίσιν ἀρδεύουσα.


Χαῖρε, δι᾿ οὗ εὐσεβεῖς φωταυγοῦνται· χαῖρε, δι᾿ οὗ ἀσεβεῖς πυρπολοῦνται.


Χαῖρε, κήρυξ τῆς χάριτος.


……………………………….


Ὕμνος ποῖος ἀρκέσει ἐφικέσθαι τοῦ ὕψους, τῆς σῆς Μεγαλωσύνης Προφῆτα; ἢ ὑμνήσει τίς τῶν γηγενῶν ὃν ἁπάντων μείζονα Χριστὸς ἔδειξε; διὸ τὴν πίστιν δέδεξο τῶν μετὰ σοῦ βοώντων·


᾿Αλληλούϊα


………………………………


Φαεσφόρος ὡς ὄρθρος τοῦ ἡλίου τῆς δόξης, κακίας με ἐξέγειρον ὕπνου, καὶ υἱὸν ἀνάδειξον γρηγοροῦντα ἔργοις φωτεινοῖς Πρόδρομε, ὡς ἂν φαιδρῷ προσώπῳ σοι καὶ γλώσσῃ γηθοσύνῳ κράξω.


Χαῖρε, πυρσὲ τῶν ἐν ζάλῃ ὄντων· χαῖρε, χρυσὲ τῶν πενίᾳ ζώντων.


Χαῖρε, λυπουμένων ταχεῖα παράκλησις· χαῖρε, πλανωμένων ἑτοίμη ἀνάκλησις.


Χαῖρε, πάντων εὐδυσώπητος πρὸς Θεὸν καταλλαγή· χαῖρε, πάντων εὐσυμπάθητος λυπηρῶν ἀπαλλαγή.


Χαῖρε, τῶν νοσημάτων τῶν πιστῶν ἡ ὑγεία· χαῖρε, τῶν μολυσμάτων τῶν αὐτῶν ἡ ἁγνεία.


Χαῖρε, πταιόντων θεῖον ἐξίλασμα· χαῖρε, πιπτόντων μέγα διάσωσμα.


Χαῖρε, ὁ πᾶσι τὰ πάντα παρέχων· χαῖρε, ἑκάστῳ τὸ πρόσφορον νέμων.


Χαῖρε, κήρυξ τῆς χάριτος.


……………………………………..


Χάριτι παντελείῳ Χαριτώνυμε κήρυξ, ψυχὴν μου χαριτώσαις καὶ φρένας, τῶν παθῶν τὸν ρύπον ἐξ αὐτῶν, μετανοίας γνώσει ἐξελθὼν ἅπαντα, καὶ δείξαις σῇ με χάριτι ἐπάξιον Θεῷ κραυγάζειν·


᾿Αλληλούϊα


………………………………


Ψώμισόν με Προφῆτα τῆς ἀφθάρτου τραπέζης, ψιχίοις πεπτωκόσιν ὡς κύνα, ἐν λιμῷ γὰρ τήκομαι σφοδρῷ, σωτηρίου ἄρτου ἀπορῶν Πρόδρομε καὶ κόρεσον καρδίαν μου ὡς ἄν σοι εὐχαρίστως κραυγάζω·


Χαῖρε, σφραγὶς Προφητῶν ῾Αγίων· χαῖρε, κρηπὶς ᾿Αποστόλων θείων.


Χαῖρε, νυμφοστόλε ὡραῖε τῆς χάριτος· χαῖρε, θεολόγε δογμάτων τοῦ Πνεύματος.


Χαῖρε, ὄμμα καθαρώτατον τὰ ἀθέατα ἰδών· χαῖρε, στόμα ῾Αγιώτατον τὰ ἀπόρρητα εἰπών.


Χαῖρε, Πρόδρομε, Μάρτυς, Βαπτιστά, Φωνή, Λύχνε· χαῖρε, Πρόκριτε, Μάκαρ, Μηνυτά, Μύστα, Φίλε.


Χαῖρε, γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα· χαῖρε, νοὸς καὶ γλώττης ἐντρύφημα.


Χαῖρε, καινὲ πρεσβευτὰ καὶ μεσίτα· χαῖρε, ἐμοῦ ἐξαιρέτως προστάτα.


Χαῖρε, κήρυξ τῆς χάριτος.


…………………………………..


῏Ω Προφῆτα Κυρίου, Μεγαλώνυμε κήρυξ, ῾Αγίων ὑπερέκεινα πάντων·


Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.


῏Ω Προφῆτα Κυρίου, Μεγαλώνυμε κήρυξ, ῾Αγίων ὑπερέκεινα πάντων·


Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.


῏Ω Προφῆτα Κυρίου, Μεγαλώνυμε κήρυξ, ῾Αγίων ὑπερέκεινα πάντων·


Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.


τῇ μικρᾷ νῦν πρόσχες ἀπαρχῇ καὶ τῶν δεινῶν ἁπάσης ταραχῇς ῥῦσαί με καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως Θεῷ βοῶντα·


᾿Αλληλούϊα






Κοντάκιον ῏Ηχος πλ. δ´.


Τῇ ῾Υπερμάχῳ Στρατηγῷ…


Τῷ ὑπὲρ πάντας ἀληθῶς ῾Αγίους μείζονι, ὁ ὑπὲρ πάντας ἁμαρτὼν τοὺς ἁμαρτήσαντας, τὸ ἐφύμνιον προσφέρω σοι ᾿Ιωάννη, ὡς οὖν ἔχων παρρησίαν πρὸς τὸν Κύριον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι·


χαῖρε, κήρυξ τῆς χάριτος.


῾Ο ἱερεύς:


Δι᾿ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ᾿Ιησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.


᾿Αμήν.


========================================================================= ==========================================================================



ΕΤΕΡΟΙ
ΟΙΚΟΙ
ΧΑΙΡΕΤΙΣΤΗΡΙΟΙ
εις τον Μέγαν Βαπτιστήν
και Πρόδρομον του Σωτήρος
Άγιον Ιωάννην






Κοντάκιον. Ήχος πλ. δ'. Τη υπερμάχω.

Ως του Σωτήρος Βαπτιστήν και θείον Πρόδρομον
Και των Αγίων πάντων πρόκριτον και μείζονα
Ανυμνούμέν σε μακάριε Ιωάννη.
Αλλ' ως κήρυξ μετανοίας μεγαλόφωνος
Μετανοίας τω φωτί ημάς καταύγασον
Τους βοώντας σοι, χαίροις μέγιστε Πρόδρομε.



Άγγελος εν τω κόσμω, ως βροτών πάντων μείζων, εδείχθης Βαπτιστά Ιωάννη, (εκ γ΄) και παρέχεις άπασιν ημίν, την σην πλουσίαν εν πάσιν αντίληψιν διο το μεγαλείόν σου, θαυμάζοντες αναβοώμεν·



Χαίρε δι' ου η Τριάς μυείται·
χαίρε δι' ου ο Σατάν σοβείται.
Χαίρε Ζαχαρίου χαρά υπερκόσμιος·
χαίρε Ελισάβετ βλαστός θεοδώρητος.
Χαίρε ύψος δυσαντίβλεπτον αρετών υπερφυών·
χαίρε βάθος πολυθρύλητον δωρημάτων θεϊκών.
Χαίρε ότι υπάρχεις των Αγίων ακρότης·
χαίρε ότι τυγχάνεις Προφητών ωραιότης.
Χαίρε Χριστού Προφήτης και Πρόδρομος·
χαίρε παθών απάντων ανώτερος.
Χαίρε δι' ου ο Χριστός εβαπτίσθη·
χαίρε δι' ου ο εχθρός εμισήθη.
Χαίροις μέγιστε Πρόδρομε.

Βλέψας ο Ζαχαρίας, Ιωάννη Προφήτα, θυμιών εν τω ναώ Κυρίου, τον Άγγελον Θεού Γαβριήλ, παρ' αυτού την σην γέννησιν μεμύηται· αλλ' απιστήσας το πρότερον, είτα λαλήσας ανεβόα·
Αλληλούϊα.
Γεννηθείς εκ της στείρας, Ιωάννης ο πάνυ, έλυσε πατρός την αφωνίαν, και χαράς πάσαν την Ορεινήν, έπλησεν ως των κρειττόνων προάγγελος· διο συν τω Ζαχαρία τούτω άπαντες ανεβόων·
Χαίρε η λύσις της αφωνίας·
χαίρε η λήξις της αθυμίας.
Χαίρε των μελλόντων καλών ο προάγγελος·
χαίρε χαρισμάτων των θείων ανάπλεως.
Χαίρε δένδρον το κατάκαρπον επιπνοίας θεϊκής·
χαίρε φοίνιξ ο υψίκομος χάριτος Προφητικής.
Χαίρε ότι προήλθες παραδόξως εκ στείρας·
χαίρε ότι προλάμπεις φως ζωής της αγίας.
Χαίρε βλαστός της θείας χρηστότητος·
χαίρε κρατήρ Θεού αγαθότητος.
Χαίρε Χριστού προαγγέλλων τον τόκον·
χαίρε παθών διαλύων τον ζόφον.
Χαίροις μέγιστε Πρόδρομε.

Δύναμιν εν ερήμω, άνωθεν ενεδύσω, οικήσας εν αυτή από βρέφους, ως πέφευγας μετά της μητρός, την του Ηρώδου φρικτήν βρεφοκτονίαν· διο και πόθω έψαλλες, ως άγγελος Θεώ Προφήτα·
Αλληλούϊα.

Ερημον κατοικήσας, από βρέφους Προφήτα, ισάγγελος εν πάσιν εδείχθης, και νόμου σφραγίς και Προφητών, και απαρχή της νέας Χριστού χάριτος· διό καθάπερ άγγελον, υμνούμέν σε πόθω βοώντες·
Χαίρε το θρέμμα το της έρημου·
χαίρε ο φίλος ο του Κυρίου.
Χαίρε Προφητών και του νόμου εκσφράγισμα·
χαίρε δωρεών θεοσδότων θησαύρισμα.
Χαίρε άγγελος εν σώματι ως Αγγέλων μιμητής·
χαίρε άσαρκος εν σκάμμασιν ως θεόφρων ασκητής.
Χαίρε ότι Κυρίου προκηρύττεις την χάριν·
χαίρε ότι κινδύνων κατευνάζεις την ζάλην.
Χαίρε αστήρ της χάριτος μέγιστος·
χαίρε φωστήρ του Πνεύματος έκλαμπρος.
Χαίρε Θεού μυστηρίων επόπτα·
χαίρε κλεινέ Βαπτιστά και θεόπτα.
χαίροις μέγιστε Πρόδρομε.

Ζων ζωήν την αγίαν, εν ερήμω Προφήτα, εξέβης τους της φύσεως όρους· ακρίδας γαρ είχες ως τροφήν, και μέλι άγριον στερρώ φρονήματι· τω γλυκασμώ τω θείω γαρ, ενετρύφας Θεώ κραυγάζων·
Αλληλούϊα.

Ημφιέννυσο τρίχας, της καμήλου Προφήτα, και ζώνην την οσφύν δερμάτινην, και πάσιν εκήρυττες βοών· Μετανοείτε, ο Χριστός γαρ ήγγικε, ζωήν πάσι δωρούμενος· διό σοι πάντες εκβοώμεν·
Χαίρε ο κήρυξ της μετανοίας·
χαίρε ο ρύστης της απονοίας.
Χαίρε των Αγγέλων τον βίον μιμούμενος·
χαίρε των μελλόντων την γνώσιν τυπούμενος.
Χαίρε ρήτωρ μεγαλόφωνος βασιλείας ουρανών·
χαίρε γλώσσα θεοκίνητος απορρήτων αγαθών.
Χαίρε ο εν νηδύϊ τον Χριστόν προσκυνήσας·
χαίρε ο τοις ανθρώποις τούτον καθυποδείξας.
Χαίρε Χριστού θεόπνευστον όργανον·
χαίρε ψυχών εκπλύνων τον βόρβορον.
Χαίρε χρησμόν δεδεγμένος θεόθεν·
χαίρε ημών προστατεύων υψόθεν·
χαίροις μέγιστε Πρόδρομε.
Θείον ρήμα εδέξω, εκ Θεού εν ερήμω, και ελήλυθας πάσι κηρύττων, βάπτισμα μετανοίας σοφέ, εν τη του Ιορδάνου περιχώρω· και πάντες σοι προσήρχοντο, και εβαπτίζοντο βοώντες·
Αλληλούϊα.

Ιησούν τον Σωτήρα, τοις λαοίς εν ερήμω, υπέδειξας Προφήτα κραυγάζων· Ίδε ο αμνός του Θεού, ο τα του κόσμου αίρων αμαρτήματα· διό το υπεραίρόν σου αξίωμα υμνούντες βοώμεν·
Χαίρε ο άϋλος εν τη όλη·
χαίρε ο άσαρκος εν ασκήσει.
Χαίρε μυστηρίων των θείων διάκονε·
χαίρε μετανοίας αγίας διδάσκαλε.
Χαίρε ρείθρον διειδέστατον οικτιρμών των θεϊκών·
χαίρε σκεύος χρυσοκόλλητον αρετών ασκητικών.
Χαίρε ότι κηρύττεις τοις λαοίς σωτηρίαν·
χαίρε ότι παρέχεις ζωτικήν χορηγίαν.
Χαίρε Χριστού κηρύξας την σάρκωσιν·
χαίρε λαοίς εκφήνας την άφεσιν.
Χαίρε φωτός ουρανίου δοχείον·
χαίρε πολλών χαρισμάτων ταμείον·
χαίροις μέγιστε Πρόδρομε.

Κήρυξ προαπεστάλης, ως φησιν ο Προφήτης, ελεύσεως ημίν του Σωτήρος, ον και βαπτίσας σωματικώς, εν τοις του Ιορδάνου θείοις νάμασιν, Ιωάννη πολλής χάριτος, ηξιώθης ανακράζων·
Αλληλούϊα.

Λάμπων τη πολιτεία, ηξιώθης βαπτίσαι, Χριστόν εν Ιορδάνη Προφήτα, και φωνής ήκουσας Πατρικής, και ως περιστεράν Πνεύμα το Άγιον, επ' αυτόν εώρακας· διό σοι πάντες αναβοώμεν·
Χαίρε θεάμων των αθεάτων·
χαίρε επόπτα ξένων πραγμάτων.
Χαίρε ο βαπτίσας Χριστόν εν τοις ύδασι·
χαίρε ο φωτίσας ημάς θείοις ρήμασι.
Χαίρε ότι φωνής ήκουσας ουρανόθεν Πατρικής·
χαίρε ότι κατηξίωσαι όψεως θεαρχικής.
Χαίρε ο κατοπτεύσας το Πανάγιον Πνεύμα·
χαίρε ο κατακλύσας το ολέθριον ρεύμα.
Χαίρε ιδών τα πάσιν αθέατα·
χαίρε ορών βροτοίς τα ανέφικτα.
Χαίρε Προφήτα ο μείζων απάντων·
χαίρε ανθρώπων αλγήματα παύων·
Χαίροις μέγιστε Πρόδρομε.

Μέγας εν τοις Αγίοις, ως υπέρτερος πάντων, βροτών εν γεννητοίς Ιωάννη, εδείχθης, ω χαρίτων των σών! τίς γαρ άλλος ολβιώτερος πέφηνε, πλην σου ω πανθαύμαστε; Χριστόν γαρ εβάπτισας κράζων·
Αλληλούϊα.

Νόμου προκινδυνεύων, ήλεγχες Ιωάννη, Ηρώδου την παράνομον πράξιν, παρ' ου εκτμηθείς την κεφαλήν, τοις εν Άδη κήρυξ Χριστού και προάγγελος, έδραμες αυτόν κηρύττων, ελευσόμενον τοις βοώσι·
Χαίρε το στόμα της παρρησίας·
χαίρε το όμμα της συμπαθείας.
Χαίρε ο ελέγξας Ηρώδου την άνοιαν·
χαίρε ο εκτίλας των παθών την άκανθαν.
Χαίρε κήρυξ και προάγγελος τοις εν Άδη του Χριστού·
χαίρε άνθος ευωδέστατον προσταγμάτων του Θεού.
Χαίρε ότι ξηραίνεις την ιλύν αμαρτίας·
χαίρε ότι εκφαίνεις την ισχύν απαθείας.
Χαίρε πηγή ιάσεις πηγάζουσα·
χαίρε λαμπάς ημάς καταλάμπουσα.
Χαίρε Χριστόν κατιδών και βαπτίσας·
χαίρε εχθρού την απάτην εκτρίψας·
χαίροις μέγιστε Πρόδρομε.

Ξένος των εν τω κόσμω, ανεδείχθης Προφήτα, και ώφθης υπερκόσμιος όντως· τις γαρ ουκ εξίσταται εν σοί; της γαρ κορυφής ήψω του Παντάνακτος· διό την σην λαμπρότητα, αγόμενοι Χριστώ βοώμεν·
Αλληλούϊα.

Ολος λελαμπρυσμένος, όλος δεδοξασμένος, ως μέγας Βαπτιστής του Σωτήρος, πέλων Ιωάννη θαυμαστέ, εξιστάς άπαντας τοις μεγαλείοις σου, και χάριν νέμεις άφθονον, τοις ευλαβώς σοι εκβοώσι·
Χαίρε ο πάμφωτος εωσφόρος·
χαίρε ο άνωθεν σελασφόρος.
Χαίρε εγκράτειας εικών θεοτύπωτος·
χαίρε απαθείας λειμών θεοφύτευτος.
Χαίρε ήλιε πολύφωτε αρετών ασκητικών·
χαίρε άρουρα κατάκαρπε ψυχοτρόφων αγαθών.
Χαίρε ότι ετμήθης παρ' Ηρώδου την κάραν·
χαίρε ότι βραβεύεις την γαλήνιον αύραν.
Χαίρε πιστών ατίνακτον έρεισμα·
χαίρε ημών χαρά και εδραίωμα.
Χαίρε παθών καταστέλλων την ρύμην·
χαίρε ψυχών θεραπεύων την λύμην·
χαίροις μέγιστε Πρόδρομε.

Πότον άσεμνον άγων, μετά των μεγιστάνων, Ηρώδης επί τοις γενεθλίοις, απέτεμε την σην κεφαλήν, μη αιδεσθείς σου το αιδέσιμον Πρόδρομε, ημείς δε σε γεραίροντες, τη Τριάδι πιστώς βοώμεν
Αλληλούϊα.

Ρείθροις των σων αιμάτων, η Χριστού Εκκλησία, την εαυτής βάψασα πορφύραν, δοξάζει τον νυμφίον Χριστόν, και σε ως νυμφοστόλον θεοτίμητον, γεραίρει θείε Πρόδρομε, και κατά χρέος εκβοά σοι·
Χαίρε ο οίκος του Παρακλήτου·
χαίρε ο Πρόδρομος του Κυρίου.
Χαίρε μυροθήκη αγνείας μυρίπνοος·
χαίρε ευσέβειας λυχνία αείφωτος.
Χαίρε φίλος οικειότατος του Παντάνακτος Χριστού·
χαίρε στύλος απερίτρεπτος του θεόφρονος λαού.
Χαίρε του Ιορδάνου αγιάσας την χώραν·
χαίρε του σαρκωθέντος μεγαλύνας την δόξαν.
Χαίρε μορφή Αγγέλοις αιδέσιμος·
χαίρε στερρός δαιμόνων αντίπαλος.
Χαίρε Χριστού την χρηστότητα φαίνων·
χαίρε χαράν ημίν άληκτον φέρων·
χαίροις μέγιστε Πρόδρομε.

Συστείλαντες το θείον, και πανάγιον σώμα, το σον οι ιεροί μαθηταί σου, κατέβηκαν εν τάφω αυτό, υμνούντες τα θείά σου προτερήματα, μεγαλώνυμε Πρόδρομε, και τω Σωτήρι ανεβόων·
Αλληλούϊα.

Την αγίαν σου κάραν, ως αγίασμα θείον, και Πνεύματος αγίαν εστίαν, φανείσαν εκ λαγόνων της γης, περικυκλούντες πιστώς προσπτυσσόμεθα, αγιασμόν λαμβάνοντες, εξ αυτής και πιστώς βοώμεν·
Χαίρε Κυρίου ο παραστάτης·
χαίρε ο μέγας ημών προστάτης.
Χαίρε των Αγίων απάντων υπέρτερος·
χαίρε των Οσίων Πατέρων ο όρχαμος.
Χαίρε όρος αληθέστατος παρθενίας ευαγούς·
χαίρε λύρα θεοκίνητος κατευφραίνουσα πιστούς.
Χαίρε ότι ιθύνεις μετανοίας προς τρίβον·
χαίρε ότι ξηραίνεις βορβορώδες παν ρείθρον.
Χαίρε πιστών σεπτόν αγαλλίαμα·
χαίρε ημών το θείον εντρύφημα.
Χαίρε σεμνών ασκητών αρχηγέτης·
χαίρε των σων φοιτητών ποδηγέτης·
χαίροις μέγιστε Πρόδρομε.

Υψηλόν βίον έχων, ως εκ μητρός νηδύος, Ιωάννη καθηγιασμένος, εξιστάς τη ση περιωπή, τους καθορώντάς σε οιάπερ άγγελον, μετά σώματος βιούντα, και πάντες Θεώ ανεβόων·
Αλληλούϊα.

Φρίττουσι των δαιμόνων, την πλουσίαν σου χάριν, μεγαλώνυμε Προφήτα τα στίφη, οι δε πιστοί χαίρουσιν εν σοι, της θαυμαστής αρωγής σου τας χάριτας, καθ' εκάστην καρπούμενοι, και ευλαβώς σοι εκβοώμεν·
Χαίρε ο μέγας εν προστασίαις·
χαίρε ο ρύστης εν απορίαις.
Χαίρε χαρισμάτων πλουσίων συμφόρημα·
χαίρε ευσπλαγχνίας της θείας απόρροια.
Χαίρε σάλπιγξ μεγαλόφωνος οικτιρμών των θεϊκών·
χαίρε όρμος ακλυδώνιστος των εν θλίψεσι ψυχών.
Χαίρε ότι πηγάζεις γλυκασμόν σωτηρίας·
χαίρε ότι σκεδάζεις την αχλύν ραθυμίας.
Χαίρε γλυκύς και χάριτος έμπλεως·
χαίρε ημών ακοίμητος έφορος.
Χαίρε δι' ου ο Σατάν κατοιμώζει·
χαίρε δι' ου ο Σωτήρ ημάς σώζει·
χαίροις μέγιστε Πρόδρομε.

Χάριτος νέας κήρυξ, Πρόδρομε Ιωάννη, χαρίτωσον ημών τας καρδίας· σε γαρ προστάτην και βοηθόν, και προς τον Χριστόν πρεσβευτήν θερμότατον, κεκτήμεθα πανάγιε, και σοι προσιόντες βοώμεν·
Αλληλούϊα.

Ψάλλοντές σου τους ύμνους,, Πρόδρομε Ιωάννη, υμνούμέν σου το μέγιστον κλέος· μέγας γαρ ενώπιον Θεού, ως έφη ο Άγγελος εχρημάτισας· διό εκ της μεγίστης σου, χάριτος δίδου τοις βοώσι·
Χαίρε ο μείζων πάντων Αγίων·
χαίρε Αγγέλων ουδέν ελάττων.
Χαίρε Αποστόλων σεπτόν ακροθίνιον·
χαίρε, θλιβομένων ψυχών παραμύθιον.
Χαίρε τείχος ακατάβλητον Εκκλησίας του Χριστού·
χαίρε ξίφος τέμνον άπασαν την μανίαν του εχθρού.
Χαίρε Προφητομάρτυς Πρόδρομε Ιωάννη·
χαίρε ο Χριστοκήρυξ Πνεύματος εν δυνάμει.
Χαίρε λαμπτήρ ψυχής μου και ήδυσμα·
χαίρε τρυφή νοός μου και στήριγμα.
Χαίρε δι' ου σωτηρίαν ελπίζω·
χαίρε δι' ου την ζωήν μου ρυθμίζω·
χαίροις μέγιστε Πρόδρομε.

Ω Προφήτα Κυρίου, μεγαλώνυμε κήρυξ, υπέρτερε Αγίων και μείζων, (εκ γ΄) δέξαι εκ χειλέων ρυπαρών, ως προσφοράν καί ευώδες θυμίαμα, το παρόν μου εφύμνιον, και βοήθει μοι ίνα κράζω·
Αλληλούϊα.

Κοντάκιον. Ήχος πλ. δ'. Τη υπερμάχω.
Ως του Σωτήρος Βαπτιστήν και θείον Πρόδρομον
Και των Αγίων πάντων πρόκριτον και μείζονα
Ανυμνούμέν σε μακάριε Ιωάννη.
Αλλ' ως κήρυξ μετανοίας μεγαλόφωνος
Μετανοίας τω φωτί ημάς καταύγασον
Τους βοώντας σοι, χαίροις μέγιστε Πρόδρομε.