Δευτέρα 22 Ιουνίου 2015

ΓΙΑ ΤΑ ΔΥΣΚΟΛΑ

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων·




Ψαλμὸς λα΄ (32ος)
1 ΑΓΑΛΛΙΑΣΘΕ, δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις. 2 ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. 3 ᾄσατε αὐτῷ ᾆσμα καινόν, καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ. 4 ὅτι εὐθὴς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει· 5 ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν, τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. 6 τῷ λόγῳ τοῦ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· 7 συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. 8 φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ, ἀπ᾿ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· 9 ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. 10 Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· 11 ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. 12 μακάριον τὸ ἔθνος, οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ, λαός, ὃν ἐξελέξατο εἰς κληρονομίαν ἐαυτῷ. 13 ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος, εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων· 14 ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, 15 ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν. 16 οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. 17 ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. 18 ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, 19 ρύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. 20 ἡ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν· 21 ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. 22 γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

Σχόλιο:
       Ὁ Μ. Βασίλειος λέγει, ὅτι ἡ Βίβλος τῶν Ψαλμῶν ἔχει περιλάβει ὅ,τι ὠφέλιμο ἀπὸ τὰ ἄλλα θεόπνευστα βιβλία τῆς Π. Διαθήκης. «Προφητεύει τὰ μέλλοντα· ἱστορίας ὑπομημνήσκει· νομοθετεῖ τῷ βίῳ· ὑποτίθεται (=θέτει ἐνώπιόν μας) τὰ πρακτέα καὶ ἁπαξαπλῶς ταμεῖόν ἐστιν ἀγαθῶν διδαγμάτων, τῷ ἑκάστῳ πρόσφορον κατὰ τὴν ἐπιμέλειαν ἐξευρίσκουσα».
      Τὸ πνευματικὸ αὐτὸ θυμίαμα θὰ ἔπρεπε εἰδικῶς ἐμεῖς οἱ Ἕλληνες νὰ τὸ εἰσπνέουμε σὲ καθημερινὴ βάση. Σήμερα ἡ πατρίδα μας κινδυνεύει, τὰ θηρία τῶν Βρυξελλῶν ὠρύονται, ὁ κόσμος ὅλος βρίσκεται σὲ μεγάλη ἀναστάτωση, πόλεμοι, σφαγὲς καὶ καταστροφὲς κυριαρχοῦν στὴν καθημερινότητά μας, ἀπειλὲς ἐκτοξεύονται πανταχόθεν καὶ μεγάλη ἀνησυχία γιὰ τὸ αὔριο ἐπικρατεῖ παντοῦ.
     Τὸ μεγάλο ἐρώτημα εἶναι: μποροῦμε νὰ τὰ καταφέρουμε μόνοι μας, χωρίς τὴν βοήθεια τοῦ Θεοῦ; Κοιτᾶξτε πῶς καταντήσαμε μακρυά Του καὶ ἄς δώσῃ ὁ καθένας μας τὴν ἀπάντηση.
      Γιὰ νὰ βοηθηθοῦμε ὅλοι μας, ἐπέλεξα τὸν 32ο Ψαλμὸ καὶ ὑπογράμμισα μερικοὺς στίχους. Σᾶς τὸν στέλνω μὲ τὴν ἐλπίδα νὰ σᾶς γίνῃ χρήσιμος βοηθὸς στὰ δύσκολα. Γιὰ νὰ συμπληρωθῇ δὲ καλῶς τὸ ταπεινό μου πόνημα, σᾶς στέλνω ἕνα χρησιμότατο βοήθημα γιὰ τὶς ὦρες τῆς μεγάλης ἀνάγκης (βλ. κάτωθι ἠλεκτρ. δ/νση).  


Τὶ νὰ διαβάζῃς σὲ ὦρες μεγάλης ἀνάγκης:
http://www.holybible.gr/egyklopaidia/tinadiavazeis/tinadiabazeis.htm
    Σᾶς προτείνω ἀκόμη ν’ ἀγοράσετε τὸ «ΠΡΟΣΥΧΗΤΑΡΙΟΝ ΕΙΔΙΚΩΝ ΠΕΡΙΣΤΑΣΕΩΝ», ἀπὸ τὶς ἐκδόσεις «ΑΘΩΣ», ὅπου θὰ βρεῖτε ἐναλλαγὴ Ψαλμῶν, Ἀποστολικῶν ἀναγνωσμάτων,  περικοπῶν Εὐαγγελίου καὶ τροπαρίων Ἁγίων γιὰ κάθε περίσταση. Σᾶς τὸ συστήνω ἀνεπιφυλάκτως.
    Πιστεύω ἀγαπητοὶ φίλοι ὅτι πνευματικὸ εἶναι τὸ ἔλλειμμά μας καὶ ἐκ τοῦ λόγου αὐτοῦ πνευματικὰ πρέπει νὰ τὸ ἀντιμετωπίσουμε. Σᾶς εὔχομαι καλὴ δύναμη, καλὴ φώτιση καὶ καλὸ κουράγιο.
                                                 21 Ἰουνίου 2015
                                  Τζιώγας Νικόλαος (ΝΑΘΑΝΑΗΛ)