Τρίτη 24 Δεκεμβρίου 2013

Χριστούγεννα στὴν Χριστιανικὴ Ρωμαϊκὴ Πολιτεία.

σχόλιο Διογένης Β : Οταν οι ελληνες ανακαλυψουν τον τροπο να ενωσουν μαζι αυτο που εχουν μεταξυ των δυο αφτιων (μυαλο) σε ενα κοινο σκοπο,! τοτε η μεγαλη λειτουργια στον ναο τις Αγιας Σοφιας (που θα τρελλανει τον πλανητη) θα γινει πραγματικοτης,! και οχι ονειρο,! που πολυ δραστικα μας υποβαλλουν καποιοι.!!!
ΚΑΛΑ ΧΡΙΣΤΟΥΓΕΝΑ, ελληνες απανταταχου τις υφηλιου,!!!


Χριστούγεννα στὴν χριστιανικὴ ῥωμαϊκὴ Πολιτεία: ἀπὸ τὸν Ἱππόδρομο στὸν ναὸ τῆς τοῦ Θεοῦ Σοφίας, μαζὶ μὲ τὸν Αὐτοκράτορα, τὴν Αὐγούστα καὶ τοὺς Πορφυρογεννήτους.

Ἄκτα τῆς ἑορτῆς τῶν Χριστουγέννων. (2t)
Ἐξιόντων τῶν δεσποτῶν ἀπὸ τοῦ παλατίου εἰς τὴν (3)
προέλευσιν καὶ τῆς εἰωθυίας πάσης
τάξεως ἐπακολου-
θούσης, γίνεται πρώτη δοχὴ εἰς τὸ Τριβουνάλιον, ἤγουν (5)
εἰς τοὺς Λύχνους, καὶ δέχεται κἀκεῖσε ὁ δημοκράτης
τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ
καὶ τοῦ περατικοῦ δήμου τῶν Βενέτων, καὶ μήπω τῶν
δεσποτῶν φθασάντων ἐκεῖσε, λέγουσιν οἱ κράκται τὴν
φωνήν, ἦχ. γʹ• «Ἀστὴρ τὸν ἥλιον προμηνύει ἐν Βηθλεὲμ (10)
Χριστὸν ἀνατείλαντα ἐκ παρθένου.»
Δοχὴ αʹ. Καὶ δὴ τῶν δεσποτῶν ἐρχομένων καὶ ἱσταμένων
εἰς τὸν εἰωθότα τόπον τῆς αὐτῶν στάσεως, ἤγουν εἰς τὴν
καμάραν, λέγουσιν οἱ κράκται• «Πολλά, πολλά, πολλά». Ὁ
λαός• «Πολλὰ ἔτη, εἰς πολλά». Καὶ πάλιν οἱ κράκται• (15)
«Πολλοὶ ὑμῖν χρόνοι ἡ ἔνθεος βασιλεία.» Φθογγεῖ καὶ ὁ
λαὸς ἐκ τρίτου• «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται•
«Πολλοὶ ὑμῖν χρόνοι, οἱ θεράποντες τοῦ Κυρίου.» Φθογγεῖ
καὶ ὁ λαὸς ἐκ τρίτου• «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται•
«Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτοκράτορες (20)
Ῥωμαίων.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου• «Πολλοὶ ὑμῖν
χρόνοι.» Οἱ κράκται• «Πολλοὶ ὑμῖν χρόνοι ὁ δεῖνα καὶ
ὁ δεῖνα αὐγοῦσται τῶν Ῥωμαίων.» Φθογγεῖ καὶ ὁ λαὸς @1
(30.) ἐκ τρίτου• «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται• «Πολλοὶ
ὑμῖν χρόνοι σὺν ταῖς αὐγούσταις καὶ τοῖς πορφυρογεν-
νήτοις.» Φθογγεῖ καὶ ὁ λαὸς ἅπαξ• «Πολυχρόνιον
ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν σας εἰς πολλὰ ἔτη.»
Δοχὴ βʹ, πρὸ τῶν πυλῶν τῶν Ἁγίων Ἀποστόλων, ἤγουν (5)
εἰς τὰς Σχολάς. Δέχεται ἐκεῖσε ὁ δημοκράτης τῶν
Πρασίνων, ἤγουν ὁ ἐκσκούβικος, μετὰ τοῦ περατικοῦ
δήμου τῶν Πρασίνων, καὶ μήπω τῶν δεσποτῶν φθασάν-
των ἐκεῖσε, λέγουσιν οἱ κράκται τὴν φωνήν, ἦχ. γʹ•
«Ὁ ἀμήτωρ ἐν οὐρανοῖς, ἀπάτωρ τίκτεται ἐπὶ τῆς (10)
γῆς.» Ἄλλο• «Ὁ φυτουργὸς τῶν ἀνθρώπων φιλάν-
θρωπος καταδέχεται ἄνθρωπος γεννηθῆναι.» Καὶ δὴ
τῶν δεσποτῶν ἐρχομένων καὶ ἱσταμένων εἰς τὸν εἰωθότα
τόπον τῆς αὐτῶν στάσεως, ἤγουν εἰς τὴν καμάραν,
λέγουσιν οἱ κράκται• «Πολλά, πολλά, πολλά». Ὁ λαός• (15)
«Πολλὰ ἔτη, εἰς πολλά.» Οἱ κράκται• «Πολλοὶ ὑμῖν
χρόνοι, ἡ ἐκλογὴ τῆς Τριάδος.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ•
«Ἅγιε.» Οἱ κράκται• «Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα
καὶ ὁ δεῖνα αὐτοκράτορες Ῥωμαίων.» Φθογγεῖ καὶ ὁ
λαὸς ἐκ τρίτου• «Ἅγιε». Οἱ κράκται• «Πολλοὶ ὑμῖν (20)
χρόνοι, οἱ θεράποντες τοῦ Κυρίου.» Φθογγεῖ καὶ ὁ λαὸς
ἐκ γʹ• «Ἅγιε.» Οἱ κράκται• «Πολλοὶ ὑμῖν χρόνοι, ὁ
δεῖνα καὶ ὁ δεῖνα αὐγοῦσται τῶν Ῥωμαίων.» Φθογγεῖ
καὶ ὁ λαὸς ἐκ γʹ• «Ἅγιε.» Οἱ κράκται•
«Πολλοὶ ὑμῖν χρόνοι, δεσπόται, σὺν ταῖς αὐγούσταις καὶ τοῖς (25)
πορφυρογεννήτοις.» Φθογγεῖ καὶ ὁ λαός• «Πολυ-
χρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν σας εἰς
πολλὰ ἔτη.»
Δοχὴ γʹ, ἔνδοθεν τῆς Χαλκῆς• δέχεται ἐκεῖσε ὁ δημο-
κράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, (30)
μετὰ τοῦ περατικοῦ δήμου τῶν Βενέτων, καὶ μήπω τῶν
δεσποτῶν φθασάντων ἐκεῖσε, λέγουσιν οἱ κράκται τὴν @1
(31.) φωνήν, ἦχ. γʹ• «Σειρὰς ῥηγνύων τῆς ἁμαρτίας σπαργα-
νοῦται Θεὸς ἐν φάτνῃ.» Τὰ δὲ τῆς εὐφημίας ἄκτα
ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ
ἐν ταῖς λοιπαῖς δοχαῖς.
Δοχὴ δʹ, ἔξωθεν τῆς Χαλκῆς• δέχεται ἐκεῖσε ὁ δήμαρχος (5)
τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ, καὶ λέγουσιν
οἱ κράκται τὴν φωνήν, ἦχ. γʹ• «Ἀστὴρ προτρέχει καὶ
λάμπει ἐν σπηλαίῳ, τὸν Δεσπότην τοῦ ἡλίου τοῖς μάγοις
καταμηνῦσαι• βρέφος γὰρ ὤφθη, καὶ σὰρξ ἐκ τῆς Παρθέ-
νου, τὴν παλαιὰν παρακοὴν τοῦ Ἀδὰμ ἐξαφανίζων. Αὐτὸς (10)
τὸ κράτος ὑμῶν, δεσπόται, εἰς μῆκος χρόνων φυλάξῃ
εἰς ἀνέγερσιν Ῥωμαίων.» Τὰ δὲ τῆς εὐφημίας ἄκτα
ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ
ἐν τῇ αʹ δοχῇ εἴρηται.
Δοχὴ εʹ, εἰς τὸν λεγόμενον Ἀχιλλέα, πλησίον τῆς (15)
μεγάλης πύλης τῆς Μελέτης• δέχεται ἐκεῖσε ὁ δήμαρχος
τῶν Πρασίνων μετὰ τοῦ δήμου τοῦ Ῥουσίου, καὶ λέγουσιν
οἱ κράκται τὴν φωνήν, ἦχ. αʹ• «Ὁ ἀμήτωρ ἐν οὐρανοῖς•
ἀπάτωρ τίκτεται ἐπὶ τῆς γῆς.» Τὰ δὲ τῆς εὐφημίας
ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς (20)
καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς.
Δοχὴ ϛʹ, εἰς τὸ ὡρολόγιον τῆς Ἁγίας Σοφίας• δέ-
χονται ἐκεῖσε ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου
τοῦ Λευκοῦ, καὶ λέγουσιν οἱ κράκται τὴν φωνήν, ἦχ. γʹ•
«Τὸν ἐν Ἐδὲμ παράδεισον ἠνέῳξεν ἐν Βηθλεὲμ ἡ (25)
Παρθένος, ἐξ ἧς ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν εὐδόκησε
τεχθῆναι• σαρκωθεὶς γὰρ ἐξ αὐτῆς φιλανθρώπως τῆς
πικρᾶς ἠλευθέρωσεν ἡμᾶς γεύσεως τῆς ἁμαρτίας• τὸν
γλυκασμὸν τῆς ἀφάτου αὐτοῦ μεγάλης ἐξουσίας καὶ τὴν
ἐν κρυφίῳ τρυφὴν ἐξ αὐτῆς Σωτῆρα ἡμῶν εὑρηκότες, (30)
σύμφοιτοι γεγόναμεν τῆς θείας αὐτοῦ κληρονομίας.» @1
(32.) Καὶ δὴ τῶν δεσποτῶν ἐρχομένων καὶ ἱσταμένων εἰς τὸν
εἰωθότα τόπον τῆς αὐτῶν στάσεως, ἤγουν εἰς τὸ
ὡρολόγιον, λέγουσιν οἱ κράκται• «Πολλά, πολλά, πολλά.»
Ὁ λαός• «Πολλὰ ἔτη, εἰς πολλά.» Οἱ κράκται• «Ὁ τῶν
πάντων Ποιητὴς καὶ Δεσπότης.» Φθογγεῖ καὶ ὁ λαὸς (5)
ἐκ τρίτου• «Πολλοὶ ὑμῖν χρόνοι». • «Ὁ
τεχθεὶς ἐκ Παρθένου ἁγίας.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ.
«Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται• «Τοὺς χρόνους ὑμῶν
πληθύνῃ σὺν ταῖς αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις.»
Ὁ λαός• «Πολυχρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν (10)
σας εἰς πολλὰ ἔτη.»
Ὑποστροφὴ τῶν δεσποτῶν (12t)
ἀπὸ τῆς Ἁγίας Σοφίας πρὸς τὸ παλάτιον. (13t)
Τῶν δεσποτῶν στεφομένων ὑπὸ τοῦ πατριάρχου ἐν τῷ (14)
εἰωθότι τόπῳ τοῦ Ἁγίου Φρέατος ἔνδον τοῦ βήλου, (15)
λέγουσιν οἱ κράκται τὴν φωνήν, ἦχ. γʹ• «Ἀστὴρ τὸν ἥλιον
προμηνύει» καὶ τὰ ἑξῆς. Καὶ δὴ τῶν δεσποτῶν ἐξιόντων
καὶ ἱσταμένων, λέγουσιν οἱ κράκται• «Καλῶς ἤλθετε, τὸ
πρόβλημα τῆς Τριάδος.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ.
«Καλῶς ἤλθετε». Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται (20)
παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς
λοιπαῖς δοχαῖς προείρηται• τὸ δὲ τελευταῖον ἄκτον
λέγουσιν οἱ κράκται• «Προσκυνήσαντες τοῦ τεχθέντος
Χριστοῦ τὴν δόξαν». Καὶ ὁ λαός• «Πολυχρόνιον ποιήσῃ
ὁ Θεὸς τὴν ἁγίαν …» (25)
Δοχὴ δευτέρα, ἔξω τοῦ θόλου τῆς σιδηρᾶς πύλης•
δέχεται ὁ τοῦ μέρους τῶν Πρασίνων δήμαρχος μετὰ
τοῦ δήμου τοῦ Λευκοῦ, καὶ λέγουσιν οἱ κράκται τὴν φωνήν,
ἦχ. γʹ• «Ὁ οὐρανὸς τὸν ἀστέρα πέμπει καθοδηγῶν τοὺς
μάγους ἐν τῇ γεννήσει, ἡ γῆ τὸ σπήλαιον εὐτρεπίζει (30)
ὑποδέξασθαι τὸν τῶν ὅλων ποιητήν• ἀλλ’ αὐτὸς ὁ τὴν @1
(33.) ἡμετέραν προσλαβόμενος σάρκα ἐκ τῆς Παρθένου, τὴν
ὑμῶν θεόστεπτον βασιλείαν φυλάξῃ ἐν τῇ πορφύρᾳ.»
Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρὰ τῶν κρακτῶν
καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν τῇ πρώτῃ δοχῇ τῆς ὑπο-
στροφῆς εἴρηται. (5)
Δοχὴ τρίτη, ἔνδοθεν τῆς Χαλκῆς• δέχεται κἀκεῖσε ὁ
δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν
σχολῶν, μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Βενέτων, καὶ
λέγουσιν οἱ κράκται τὸν ἀπελατικόν, ἦχ. γʹ• «Τὸν ἐν
Ἐδὲμ παράδεισον ἠνέῳξεν ἐν Βηθλεὲμ ἡ Παρθένος», καὶ (10)
τὰ ἑξῆς. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν
κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν τῇ πρώτῃ δοχῇ
τῆς ὑποστροφῆς εἴρηται.
Δοχὴ τετάρτη, εἰς τοὺς Ἁγίους Ἀποστόλους, ἤγουν
εἰς τὰς Σχολάς• δέχεται κἀκεῖσε ὁ δημοκράτης τῶν (15)
Πρασίνων, ἤγουν ὁ ἐκσκουβίτος μετὰ καὶ τοῦ περατικοῦ
δήμου τῶν Πρασίνων. Καὶ λέγουσιν οἱ κράκται τοῦ
περατικοῦ τὴν φωνήν, ἦχ. γʹ• «Ὁ πάσης κτίσεως
πληρωτὴς καὶ δεσπότης ἀκενώτῳ κενώσει τῇ πρὸς ἡμᾶς
ἐκκενοῦται, ἵνα τὸν ἄνω πληρώσῃ κόσμον ἐκ τοῦ ἡμῶν (20)
κατωτάτου γένους ὁ ζωοδότης αὐτὸς τὸ κέρας ὑμῶν,
δεσπόται, ἀνυψώσῃ ἐν πάσῃ τῇ οἰκουμένῃ, τὰ ἔθνη
πάντα δουλώσῃ τοῦ προσφέρειν, ὡς οἱ μάγοι, τὰ δῶρα τῇ
ὑμῶν βασιλείᾳ». Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά
τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν τῇ δευτέρᾳ (25)
δοχῇ εἴρηται.
Δοχὴ πέμπτη, εἰς τὸ Τριβουνάλιον, ἤγουν εἰς τοὺς
Λύχνους• δέχεται ἐκεῖσε ὁ δημοκράτης τῶν Βενέτων,
ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ καὶ τοῦ περατικοῦ
δήμου τῶν Βενέτων, καὶ λέγουσιν οἱ κράκται τὸ ἀπελα- (30)
τικόν, ἦχ. γʹ• «Ἀστὴρ προτρέχει καὶ λάμπει ἐν σπη-
λαίῳ» καὶ τὰ ἑξῆς. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται @1
(34.) παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν τῇ
πρώτῃ δοχῇ εἴρηται.
Εἰδέναι δὲ δεῖ ὅτι, κατὰ τὸν τύπον καὶ τὴν τάξιν ταύτης
τῆς ἑορτῆς, γίνονται αἱ δοχαὶ καὶ εὐφημίαι τῆς τε ἑορτῆς
τῶν Φώτων καὶ τῆς ἑορτῆς τοῦ ἁγίου Πάσχα καὶ τῆς ἑορτῆς (5)
τῆς ἁγίας Πεντηκοστῆς καὶ τῆς ἑορτῆς τῆς Μεταμορ-
φώσεως, καὶ ἀπιόντων ἐν τῇ Ἁγίᾳ Σοφίᾳ τῶν δεσποτῶν
καὶ πάλιν ἀπ’ αὐτῆς ὑποστρεφόντων ἐν τῷ παλατίῳ. @1
ΠΓʹ (ΟΔʹ) (1t)
Τὰ ὑπὸ τῶν καγκελλαρίων τοῦ κοιαίστωρος ἐν (1t)
ταῖς προελεύσεσι τῶν δεσποτῶν ἐν τῇ Μεγάλῃ (2t)
Ἐκκλησίᾳ ῥωμαϊστὶ ᾀδόμενα. (3t)
Τὰ Χριστούγεννα. «Δὲ Μαρίε Βέργηνε νάτους ἐτ Μάγια (4)
δ’ ωριεντε κοὺμ μούνερα ἀδοράντες.»
Ἑρμηνεύεται• «Ἐκ (5)
Μαρίας τῆς παρθένου ἐγεννήθη, καὶ Μάγοι ἐξ ἀνατολῶν
μετὰ δώρων προσκυνοῦσιν.»
Ἀπόκριμα• «Κρίστους, Δέους νόστερ, κουμσέρβετ ἠμπέ-
ριουμ βέστρουμ περ μουλτουσάννος ἐτ βόνος.»
Ἑρμηνεύεται• «Χριστὸς ὁ Θεὸς ἡμῶν, φυλάξῃ τὴν βασιλείαν ὑμῶν (10)
ἐπὶ πολλοῖς ἔτεσι καὶ καλοῖς.»
Εἰς τὰ Φῶτα• (sic) «Ἰῶαννες ἐν Ἰορδάνε βαπτΐζατ Δόμη-
νουμ• σεκούνδουμ ἴλλουμ βόκατ δὲ τὲ βόλο.»
Ἑρμηνεύεται•
«Ἰωάννης ἐν Ἰορδάνῃ βαπτίζει τὸν Κύριον, ἀκολούθως
αὐτὸν φωνεῖ• ὑπό σου θέλω βαπτισθῆναι.»
Ἄλλως• (15)
«Ἰωάννης ἐν Ἰορδάνῃ βαπτίζει τὸν Κύριον, ἐκ δευτέρου
αὐτὸν ἐφώνησεν• ὑπό σου θέλω βαπτισθῆναι.»
Ἀπόκριμα• «Κρίστους, Δέους νόστερ, κούμσερβετ
ἠμπέριουμ βέστρουμ περ μουλτοσάννος ἐτ βόνος.


http://olympia.gr/2013/12/23