Τετάρτη, 10 Αυγούστου 2016

Παρακλητικός Κανών στη Παναγία Σουμελά

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.


Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωΐ τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς
θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Καί εὐθύς εἰς Ἦχον δ΄.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. (τετράκις)

Εἴτα τά παρόντα τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ...

Ὡς καταφύγιον θερμόν, Θεοτόκε, πάντες οἱ Πόντιοι τήν σήν προστασίαν, κατέχοντες βοῶμεν σοί ἐκ βάθους ψυχῆς• Σκέπε καί διάσωζε, ἀπό πάσης ἀνάγκης, πάντας τούς προστρέχοντας, τή σεπτή σου Εἰκόνι, ἐξ ἤς πηγάζει πάσι μυστικῶς, Σουμελιώτισοα, χάρις καί ἔλεος.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
'Ὅμοιον.
Ἐξ Ἀθηνῶν ἡ σή εἰκών παραδόξως, πάλαι μετήχθη Σουμελά εἰς τό ὅρος, νῦν δέ ἀρτίως Κόρη μετενήνεκται, πλοῦτος ὡς οὐράνιος, καί κειμήλιον μέγα, εἰς τό ὅρος Βέρμιον, Θεοτόκε Παρθένε, ἡ προσιόντες πίστει ἀληθεῖ, τήν πρός ἠμᾶς σου, κηρύττομεν πρόνοιαν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου•ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν•ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Καί εὐθύς ψάλλεται ὁ Κανών οὐ ἡ ἀκροστιχίς «Δέχου ἠμῶν τήν δέησιν Κόρη Γερασίμου»
Ὠδή Α΄. Ἦχος πλ. Δ΄. Ὑγρᾶν διοδεύσας.

Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς

Δυνάμωσον Κόρη τό ἀσθενές, ἠμῶν τῆς καρδίας, τή ἰσχύϊ τή θαυμαστή, τή ἐκ τῆς ἁγίας σου Εἰκόνος, ἀναβλυζούση Ἁγνή Σουμελιώτισσα.

Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς

Ἐτύπωσε πάλαι νεύσει τή σή, Λουκᾶς ὁ Θεοφρων, τήν Εἰκόνα σου τήν σεπτήν, ἤν πέρ ἐνδιαίτημα εἰργάσω, Θεογεννῆτορ τῆς σῆς ἀγαθότητος.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Χαρίτων πηγάζουσα δωρεᾶς, ἡ θεία Εἰκών σου, Σουμελιώτισσα Μαριάμ, ἐν τή σή Μονή τή ἐν Βερμίω, ἐναπετέθη ἠμᾶς ἁγιάζουσα.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, Σουμελιώτισσα Μαριάμ, λύσον τῶν παθῶν μου τήν ὁμίχλην, μαρμαρυγαῖς τῆς σῆς χάριτος Ἄχραντε.

Ὠδή Γ΄. Οὐρανίας ἁψίδος

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς

Ὑπέρ φύσιν μετήχθη, ἐξ Ἀθηνῶν Δέσποινα, τή σή εὐδοκία Εἰκών σου, ἡ χαριτόβρυτος, καί ἐπεδήμησε, τοῖς ἐν τῷ Πόντω οἰκούσιν, ὡς πηγή Ἀκένωτος, θείας χρηστότητος.

Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς

Ἠγιάσθη ὁ Πόντος, ὡς ἀληθῶς Ἄχραντε, πάλαι ἐπελεύσει τῆς θείας, Ἁγνή Εἰκόνος σου, νῦν δέ τό Βέρμιον, καί ἡ περίοικος πάσα, χαρμονῆς πεπλήρωνται, ταύτην κατέχοντες.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Μητροπάρθενε Κόρη, τῶν εὐσεβῶν στήριγμα, ἴδε μητρική συμπαθεία, τούς πίστει σπεύδοντας, ἐν τή Εἰκόνι σου, καί τάς αἰτήσεις ἁπάντων, πλήρου Σουμελιώτισσα, ἐκδυσωποῦμεν σέ.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ὡς ἐρρύσω τό πάλαι, τόν εὐσεβῆ ἄνακτα, ὄντως χαλεποῦ ναυαγί. οὔ, οὕτω διάσωζε, ἠμᾶς δεόμεθα, ἐκ συμφορῶν καί κινδύνων, καί πάσης κακώσεως, Παρθένε Ἄχραντε.

Διάσωζε Σουμελιώτισσα Κόρη Θεογεννῆτορ, πάσης βλάβης καί πειρασμῶν τέ καί θλίψεων, τούς ἀδιστάκτω καρδία σοί προσιόντας.

Ἐπιβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Εἴτα μνημονεύει ὁ Ἱερεύς καί ἠμεῖς ψάλλομεν τό «Κύριε ἐλέησον» ΙΕ΄ (15)

Ἐλέησον ἠμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καί ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καί ὀρθοδόξων Χριστιανῶν
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἠμῶν (…) τοῦ Πατρός ἠμῶν (…) καί πάσης της ἐν Χριστῷ ἠμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καί ὀρθοδόξων
Χριστιανῶν, τῶν κατοικούντων καί παρεπιδημούντων ἐν τή πόλει ταύτη, καί εὐλαβῶν προσκυνητῶν καί ἀφιερωτῶν τῆς ἁγίας Μονῆς ταύτης.
Καί μνημονεύει τῶν πιστῶν δί’ οὖς ἡ παράκλησις γίνεται
Ὅτι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις καί σοί τήν δόξαν ἀναπέμπομεν τῷ Πατρί καί τῷ Υἱῶ καί τῷ Ἁγίω Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία Θερμή.

Πρεσβεία τή σή, προστρέχοντες ἑκάστοτε, ἐκ πάσης ὀργῆς, καί θλίψεως λυτρούμεθα, Παρθένε Σουμελιώτισσα, καί χαρᾶς καί εἰρήνης πληρούμεθα• σύ γάρ παρέχεις τοῖς πάσιν ἀεί, τῶν σῶν ἀντιλήψεων τάς χάριτας.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε.

Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς

Ναόν θεῖόν σου ἤγειραν, Κόρη ἐν Βερμίω ἔνθα ἀπέθεντο, τήν ὑπέρτιμον Εἰκόνα σου, ὡς ἁγιαστήριον σωτήριον.

Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς

Τόν Θεόν σωματώσασα, πάσης ἀσθενείας ψυχῆς καί σώματος, Θεοτόκε ἀπολύτρωσαι, τούς εἰλικρινῶς σέ μεγαλύνοντας.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἡ Εἰκών σου ἡ παντιμος, ἦκεν ἐκ τοῦ Πόντου τή εὐδοκία σου, Σουμελιώτισσα Παντάνασσα, καί παρέχει χάριν ἠμίν ἄφθονον.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Νοσημάτων καί θλίψεων, καί πολυειδῶν ἠμᾶς περιστάσεων, ἀσινεῖς Κόρη διάσωζε, τούς ὑπό τήν σκέπην σου προστρέχοντας.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς.

Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς

Δόξης τοῦ Πατρός, τό ἀπαύγασμα κυήσασα, τῆς σῆς δόξης στήλην ἔδειξας ἠμίν, τίν Εἰκόνα σου Παρθένε Σουμελιώτισσα.

Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς

Εἶχε μέν τό πρίν, Σουμελά τό ὅρος Ἄχραντε, τήν Εἰκόνα σου ὡς θεῖον θησαυρόν, νῦν τό Βέρμιον κατέχον ταύτην γάνυται.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἥλιον Χριστόν, μετά σώματος κυήσασα, ταῖς ἀκτίσι τῆς θερμῆς σου ἀρωγῆς, τῶν παθῶν ἠμῶν Ἁγνή τόν ζόφον δίωξον.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Σκέπη ἀσφαλής, τῆς Ἑλλάδος ἔσο πάντοτε, ὡς τόν Πόντον πάλαι ἔσκεπες Ἁγνή Σουμελιώτισσα τή θεία προστασία σουυ.

Ὠδῆς στ΄. Τήν δέησιν.

Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς

Ἰλέω βλέμματι βλέψον Παρθένε, τούς ἐκ πάσης προσελθόντας Ἑλλάδος, τή ἐν Βερμίω ἁγία Μονή σου, καί προσκυνοῦντας τήν θείαν Εἰκόνα σου, καί δίδου ταύτοις συμπαθῶς, αἰτημάτων ἁπάντων τήν πλήρωσιν.

Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς

Ναόν σοί, αἵ τῶν Ποντίων χορεῖαι, καί Μονήν ἐν τῷ Βερμίω τῷ ὄρει, ἀνωκοδόμησαν πίστει Παρθένε, καί τήν σεπτήν σου Εἰκόνα ἀπέθεντο, ἡ προσιόντες εὐλαβῶς, κατανύξεως χέομεν δάκρυα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Κινδύνων, ὥσπερ τό πάλαι ἐρρύου, Θεοτόκε τῶν Ποντίων τήν χώραν, οὕτω καί νῦν συμφορῶν ἀνηκέστων, Μακεδονίαν ἁπάλλαττε Δέσποινα, τή κραταιά σου ἀρωγή, καί Ἑλλάδα Παρθένε τήν σύμπασαν.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Οἱ νόσοις, κατατρυχόμενοι πλείσταις, καί πικροῖς περιστατούμενοι πόνοις, τή θαυμαστή της Παρθένου Εἰκόνι, πανευλαβῶς καταφύγωμεν κράζοντες• Σουμελιώτισσα Ἁγνή, τάς ὀδύνας ἠμῶν ἀνακούφισον.

Διάσωζε Σουμελιώτισσα Κόρη Θεογεννῆτορ, πάσης βλάβης καί πειρασμῶν τέ καί θλίψεων, τούς ἀδιστάκτω καρδία σοί προσιόντας.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἥμερων τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Ὁ Ἱερεύς μνημονεύει ὡς δεδήλωται. Μετά δέ τήν ἐκφώνησιν.

Κοντάκιον Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τήν κραταιάν προστασίαν σου Ἄχραντε, ὡς ὀχυρώτατον τεῖχος κατέχοντες, ἐχθροῦ τάς ὁρμᾶς ἀποτρέπομεν, καί οὐρανίου γαλήνης πληρούμεθα, ὑμνοῦντες Παρθένε τήν δόξαν σου.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάση γενεά καί γενεά. (Δίς)

Στίχ. Ἄκουσον, Θύγατερ, καί ἴδε, καί κλῖνον τό οὖς σου, καί ἐπιλάθου τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου, καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.

Τοῦ ὀνόματός σου μνησθήσομαι, ἐν πάση γενεά καί γενεά.

Ἐκ τοῦ κατά Λουκᾶν.
Εὐαγγέλιον (Κέφ. Ἅ΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστάσα Μαριάμ, ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς, εἰς πόλιν Ἰούδα, καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου, καί ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τή κοιλία Αὐτῆς• καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καί ἀνεφώνησε φωνή μεγάλη καί εἶπεν• Εὐλογημένη Σύ ἐν γυναιξί, καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας Σου. Καί πόθεν μοί τοῦτο, ἴνα ἔλθη ἡ μήτηρ τοῦ Κυρίου μου πρός μέ; Ἰδού γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ Σου εἰς τά ὠτά μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τή κοιλία μου. Καί μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτή παρά Κυρίου. Καί εἶπε Μαριάμ• Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον, καί ἠγαλλίασε τό πνεῦμά μου ἐπί τῷ Θεῶ τῷ Σωτήρί μου.Ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης Αὐτοῦ ἰδού γάρ ἀπό τοῦ νῦν μακαριούσι μέ πᾶσαι αἵ γενεαί. Ὅτι ἐποίησε μοί μεγαλεία ὁ Δυνατός, καί γιόν τό ὄνομα Αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτή ὡσεί μήνας τρεῖς, καί ἐπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.

Δόξα Σοί, Κύριε, δόξα Σοί.Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἦχος β΄.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ταῖς τῆς Παναχράντου, πρεσβείαις, ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησον μέ ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Προσόμοιον
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι

Στάμνος ὡς χρυσήλατος, ἡ σή Εἰκών καθορᾶται, ὥσπερ μάννα φέρουσα, γλυκασμόν τόν αὖλον τῆς σῆς χάριτος• ἡ πιστῶς σπεύδοντες, πάσης δυσχερείας, τήν πικρίαν ἀποβάλλομεν, καί πάσης θλίψεως, καί ἀσθενειῶν ἐκλυτρούμεθα, κηρύττοντες Πανάμωμε, τά ὑπερφυή μεγαλειά σου• σύ γάρ ἐν τῷ Πόντω, καί ἤδη ἐν Βερμίω χορηγεῖς, Σουμελιώτισσα Δέσποινα, τάς εὐεργεσίας σου.

Ὁ Ἱερεύς
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου πάντων

Ὁ χορός τό «Κύριε, ἐλέησον» Ἴβ΄ (12)

Ὁ Ἱερεύς

Ἐλέει καί οἰκτιρμοῖς, καί φιλανθρωπία τοῦ Μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητός εἰ, σύν τῷ παναγίω καί ἀγαθῶ καί ζωοποιῶ σου πνεύματι, νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Ὁ χορός• «Ἀμήν».

Καί ἀποπληροῦμεν τάς λοιπᾶς ὠδᾶς τοῦ κανόνος

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς

Ράβδω Κόρη παιδείας, τόν δυνάστην λαλήσαντα ρῆμα βλάσφημον, κατά τῆς θεολέκτου, ἐπαίδευσας Μονῆς σου, ὅς γνωρίσας τήν δόξαν σου, ἀνακηρύττει τήν σήν, ἐν δώροις δυναστείαν.

Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς

Ἡ σωτήριος χάρις, πανταχοῦ Θεοτόκε διαβεβόηται, τῆς θείας σου Εἰκόνος• διό καί ἐν Βερμίω, οἱ πιστοί καταφεύγοντες, λαμβάνουσιν ἐξ αὐτῆς, σωτηριώδεις δόσεις.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Γόνυ κλίνοντες Κόρη, τῶν Ποντίων τά πλήθη πρό τῆς Εἰκόνος σου, ἐν δάκρυσι βοωσι• Μή δώης ἀπολέσθαι, τόν λαόν σου Πανύμνητε ὅτι πίκρων ἐτασμῶν, διήλθομεν τήν φλόγα.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ἔθ καί πόρρω Παρθένε, τῆς πατρώας γεγόναμε γής οἱ τάλανες, ἀλλά τήν σήν Εἰκόνα, πλουτοῦντες προστασίαν, καί γλυκείαν ἀντίληψιν, οἱ τῶν Ποντίων χοροί, προστρέχομεν σοί πίστει.

Ὠδή Η΄. Τόν Βασιλέα.

Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς

Ρῶσιν παρέχει, κατά ψυχήν τέ καί σῶμα, καί τήν ἄνωθεν παραμυθίαν Κόρη, τοῖς ἐν θλίψει οὔσιν, Εἰκών σου ἡ ἅγια.

Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς

Ἀθῆναι πάλαι, τήν σήν κατεῖχον Εἰκόνα, καί ὁ Πόντος δέ ἐν ταύτη ἐκαυχάτο, νῦν Μακεδονία, φέρει αὐτήν ὡς γέρας.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Συντριψον Κόρη, τήν καθ’ ἠμῶν δυναστείαν, τοῦ ἀλάστορος δεινῶς φρυαττομένου, καί παρασχου πάσι εἰρήνην ἐν τῷ βίω.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ἰάσεις νέμει, Σουμελιώτισσα Κόρη, τή σή χάριτι Εἰκών σου ἡ ἅγια• ὅθεν ἴασαι μέ, κατά ψυχήν καί σῶμα.

Ὠδή θ΄. Κυρίως Θεοτόκον.

Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς

Μητράνανδρε Παρθένε, πάσης δυσπραγίας, τόν περιούσιον κλῆρόν σου λύτρωσαι, ὡς κραταιά προστασία ἠμῶν καί ἔφορος.

Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς

Οὐδόλως Θεοτόκε, οἱ Ποντίων δῆμοι, τήν προστασίαν τήν σήν σιωπήσομεν, ἀλλά τοῖς πάσιν εὐτόνως αὐτήν κηρύττομεν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ὑγείαν καί γαλήνην, δρέπονται Παρθένε, οἱ τή σεπτή σου Εἰκόνι προσπίπτοντες, καί πανταχοῦ τήν σήν δόξαν Κόρη κηρύττουσιν.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ὑδάτων ζωηφόρων, βλύσον μοί σταγόνα, τῷ φλεγομένω τοῖς πάθεσιν Ἄχραντε, Σουμελιώτισσα Κόρη ψυχῆς μου στήριγμα.

Καί εὐθύς τά Μεγαλυνάρια, ὧν ψαλλομένων, ὁ Ἱερεύς Θυμιά.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

Ἦκεν ἐν τῷ Πόντω ἡ σή Εἰκών, ἐξ Ἀθηνῶν πάλαι, Θεομῆτορ ὑπερφυῶς, πάσιν ἐφαπλοῦσα, θαυμάτων ἐνεργείας, καί νέμουσα Παρθένε, χάριν ἀέναον.

Τόν κατατολμήσαντα ἀναιδῶς, συλῆσαι Παρθένε, τήν Εἰκόνα σου τήν σεπτήν, ἰτασμῶ ἐνδίκω, ἠνάλωσας σωφρόνως, παιδεύουσα τούς πάντας, πρός φόβον ἔνθεον.

Ἐν Βερμίω Κόρη ἡ σή Εἰκών, τῷ ἐκεῖ ναῶ σου, ἀπετέθη πανευλαβῶς, παρά τῶν Ποντίων, τῶν εὐσεβῶν Παρθένε, εὐσήμως κηρυττόντων, τά σᾶ θαυμάσια.

Ὥσπερ βασιλέα τόν εὐσεβῆ, ἔσωσας Παρθένε, ναυαγίου τοῦ χαλεποῦ, οὕτω ἠμᾶς σῶζε, τρικυμιῶν τοῦ βίου, τούς πόθω σέ ὑμνοῦντας, Σουμελιώτισσα.

Δίκη τή δίκαιη τιμωρηθεῖς, ὁ δυσσεβῆς ἄναξ, ὁ ὑβρίσας τήν σήν Μονήν, ὑμνητής ὤφθη, τῆς χάριτός σου Κόρη, λαβῶν τήν θεραπείαν, τή σή χρηστότητι.

Σκέπε τήν Ἑλλάδα πάσαν Ἁγνή ὡς τόν Πόντον πάλαι, περιέσκεπες θαυμαστῶς, τήν εἰσδεξαμένην, ὡς δώρημά σου μέγα, τήν θείαν σου Εἰκόνα, Σουμελιώτισσα.

Ἔιχε πρίν τό ὅρος τοῦ Σουμελᾶ, ὥσπερ θεῖον πλοῦτον, τήν Εἰκόνα σου τήν σεπτήν, νῦν δέ ταύτην Κόρη, τό Βέρμιον πλουτῆσαν, ἀγαλλιᾶται μέλπον, τά μεγαλείά σου.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγίοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.

Ἀναγνώστης. Ἀμήν. Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἠμᾶς (τρίς).
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριά ἐλέησον ἠμᾶς, Κύρις ἰλάσθητι τάς ἁμαρτίας ἠμῶν, Δέσποτα συγχώρησον τάς ἀνομίας ἠμίν, Ἅγιε ἐπισκεψαι καί ἴασαι τά ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῶ καί ἐπί τῆς γής, τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν, ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ἱερεύς. Ὅτι σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Χορός. Ἀμήν.

Εἴτα τά κάτωθι Ἀπολυτίκια τῆς Ὑπεραγίας Θεοτόκου Σουμελιωτίσσης
Ἦχος ἅ΄. Τῆς ἐρήμου πολίτης

Σουμελά ἐκ τοῦ ὅρους τοῦ ἐν Πόντω Πανύμνητε, ἡ ἁγία Εἰκών σου ὥσπερ θεῖον κειμήλιον, εἰς Βέρμιον μετήχθη εὐλαβῶς, πηγάζουσα ἠμίν ἁγιασμόν• ἡ προσπίπτοντες Παρθένε πανευσεβῶς, ἀπό ψυχῆς βοῶμεν σοί• δόξα τή παρθενία σου Ἁγνή, δόξα τοῖς μεγαλείοις σου, δόξα τή πρός ἠμᾶς σου χρηστότητι Δέσποινα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ἦχος δ΄. Ταχύ προκατάλαβε.

Ἐκ Πόντου μετήγαγον, ἐκ τῆς ἐκεῖσε Μονῆς, τήν θείαν Εἰκόνα σου, ὡς θησαυρόν ἀληθῆ, εἰς Βέρμιον Ἄχραντε• ἡ πέρ ἐν εὐλαβεία, οἱ πιστοί προσιόντες, λαμβάνομεν πάσαν χάριν, Θεοτόκε βοῶντες• χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά σου.

Εἴτα ὑπό τοῦ Ἱερέως ἡ ἐκτενής

Ἐλέησον ἠμᾶς ὁ Θεός κατά τό μέγα ἔλεός Σου, δεόμεθά σου, ἐπάκουσον καί ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καί ὀρθοδόξων Χριστιανῶν
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἠμῶν (…) τοῦ Πατρός ἠμῶν (…) καί πάσης της ἐν Χριστῷ ἠμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὕγειας, καί σωτηρίας τῶν εὐλαβῶν προσκυνητῶν τῆς Ἱερᾶς Μονῆς ταύτης, τῶν ἐπιτρόπων καί τῶν ἁπανταχοῦ της γής συνδρομητῶν αὔτης.

Καί μνημονεύει τῶν πιστῶν δί’ οὖς ἡ παράκλησις γίνεται

Ἔτι δεόμεθα ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν μονήν ταύτην, καί πάσαν πόλιν καί χώραν ἀπό ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καί αἰφνίδιου θανάτου• ὑπέρ τοῦ ἰλέων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι τόν ἀγαθόν καί φιλάνθρωπον Θεόν ἠμῶν, τοῦ σποστρέψαι καί διασκεδᾶσαι πάσαν ὀργήν καί νόσον, τήν καθ’ ἠμῶν κινουμένην• καί ρύσασθαι ἠμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καί ἐλεῆσαι ἠμᾶς.
Ἔτι δεόμεθα, ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν φωνῆς τῆς δεήσεως ἠμῶν τῶν ἁμαρτωλῶν, καί ἐλεῆσαι ἠμᾶς.
Ἐπάκουσον ἠμῶν, ὁ Θεός, ὁ Σωτήρ ἠμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γής καί τῶν ἐν θαλασσή μακράν• καί ἴλεως, ἴλεως γενού ἠμίν, Δέσποτα, ἐπί ταῖς ἁμαρτίαις ἠμῶν,
καί ἐλέησον ἠμᾶς. Ἐλεήμων γάρ καί φιλάνθρωπος Θεός ὑπάρχεις, καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῶ καί τῷ Ἁγίω Πνεύματι, νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας
τῶν αἰώνων. Ἀμήν.

Ὁ Ἱερεύς ποιεῖ τήν ἀπόλυσιν.
Δόξα σοί Χριστέ ὁ Θεός, ἡ ἐλπίς ἠμῶν, δόξα σοί. Χριστός ὁ ἀληθινός Θεός ἠμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καί παναμώμου ἁγίας Αὐτοῦ Μητρός• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• Τοῦ Ἁγίου ἐνδόξου μεγαλομάρτυρος Εὐγενίου τοῦ Τραπεζουντίου• Τῶν Ὁσίων καί Θεοφόρων Πατέρων ἠμῶν Βαρνάβα, Σωφρονίου καί
Χριστοφόρου• τῶν ἁγίων καί Δικαίων Θεοπατόρων Ἰωακείμ καί Ἄννης, (τοῦ ἁγίου της ἡμέρας) καί πάντων τῶν Ἁγίων, ἐλεῆσαι καί σῶσαι ἠμᾶς, ὡς ἀγαθός καί φιλάνθρωπος.

Τῶν πιστῶν ἀσπαζομένων τήν Ἱεράν της Θεοτόκου εἰκόνα, ψάλλονται τά παρόντα τροπάρια

Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου

Πάντων εὐσεβούντων οἱ χοροί, καί τῶν Ὀρθοδόξων Ποντίων, ἅπαν τό σύστημα, πίστει προσκυνήσωμεν, τῆς Θεοτόκου Ἁγνῆς, τήν Εἰκόνα τήν πάνσεπτον, πρός αὐτήν βοῶντες• Κόρη Σουμελιώτισσα, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, δέχου τάς ἠμῶν ἱκεσίας, καί τοῖς πάσι δίδου ἀπαύστως, τῶν σῶν ἀντιλήψεων τάς χάριτας.


Ἦχος πλ. δ΄.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἔλπιδά μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς Δί’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ὁ Χορός• Ἀμήν

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Τα θυμάσαι τα αδέρφια σου;

Έχουμε να γράψουμε ιστορία ακόμη...